Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ δαιμόνων ἀπόκρισις θράσος ἔχει καὶ κίνδυνον, ἀλογίαν δὲ καὶ πολλὴν ἡ περὶ τῆς τύχης: οὐ γὰρ ἂν μετέπιπτε ῥᾳδίως οὕτως, ἰσχυρότατον οὖσα τῶν ὄντων καὶ ῥωμαλεώτατον. οὐ μὴν οὐδ᾽ ὁ θάνατος κοινότατόν ἐστιν: οὐ γάρ ἐστι πρὸς τοὺς ζῶντας. ἀλλ᾽ ἵνα μὴ δοκῶμεν εὐθύνειν τὰς τῶν ἑτέρων ἀποφάσεις, τὰς οἰκείας 1 ταῖς ἐκείνου παραβάλωμεν: ἐμαυτὸν δὲ παρέχω πρῶτον, εἰ βούλεται Νειλόξενος, ἐρωτᾶν καθ᾽ ἕκαστον. ὡς οὖν ἐγένοντο τότε, κἀγὼ νῦν διηγήσομαι τὰς ἐρωτήσεις καὶ τὰς ἀποκρίσεις. τί πρεσβύτατον; ‘’ ‘θεός’ ἔφη Θαλῆς: ’ ‘ ἀγέννητον γάρ ἐστι.'’ ‘τί μέγιστον;᾽’ ‘ ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.