Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ ὄνειρός ἐστιν, ἀλλ᾽ οἴχεται τὸ πρεσβύτατον ἡμῖν μαντεῖον. ἔσται δὲ μονοειδὴς ὁ βίος καὶ τρόπον [p. 389] τινὰ μάτην τὸ σῶμα περικείσεται τῇ ψυχῇ: τὰ πλεῖστα γὰρ αὐτοῦ καὶ κυριώτατα τῶν μερῶν ἐπὶ τὴν τροφὴν ὄργανα παρεσκεύασται, γλῶττα: καὶ ὀδόντες καὶ στόμαχος καὶ ἧπαρ. ἀργὸν γὰρ οὐδέν ἐστιν οὐδὲ πρὸς ἄλλην συντεταγμένον χρείαν: ὥσθ᾽ ὁ μὴ δεόμενος; τροφῆς οὐδὲ σώματος δεῖται. τοῦτο δ᾽ αὐτὸν ἦν αὑποῦ μὴ δεῖσθαι: σὺν σώματι γὰρ ἡμῶν ἕκαστος.’ ‘ἡμεῖς μὲν οὖν’ ἔφην ἐγὼ ‘ ταύτας τῇ γαστρὶ συμβολὰς εἰσφέρομεν: εἰ δὲ Σόλων ἤ τις ἄλλος τι κατηγορεῖ, ἀκουσόμεθα.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.