Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ τοὔνομα φθεγγόμενον ἑαυτοῦ, καὶ τῇ στολῇ καταφανῆ γενόμενον τὸν γὰρ ἐναγώνιον ἐτύγχανεν ἀμπεχόμενος κόσμον, ᾧ κιθαρῳδῶν ἐχρῆτο. 1 κομίσαντες οὖν ἐπὶ σκηνὴν αὐτόν, ὡς οὐδὲν εἶχε κακὸν ἀλλ᾽ ἢ διὰ τάχος καὶ ῥοῖζον ἐφαίνετο τῆς φορᾶς ἐκλελυμένος καὶ κεκμηκώς, ἠκούσαμεν λόγον ἄπιστον ἅπασι πλὴν ἡμῶν τῶν θεασαμένων τὸ τέλος. ἔλεγε γὰρ Ἀρίων ὡς πάλαι μὲν ἐγνωκὼς ἐκ τῆς Ἰταλίας ἀπαίρειν, Περιάνδρου δὲ γράψαντος αὐτῷ προθυμότερος γενόμενος ὁλκάδος Κορινθίας παραφανείσης εὐθὺς ἐπιβὰς ἀναχθείη, μετρίῳ δὲ πνεύματι χρωμένων ἡμέρας τρεῖς αἴσθοιτο τοὺς ναύτας ἐπιβουλεύοντας ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.