Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ νεκρὸν εὐθὺς ἀπὸ γῆς ὑπολαβοῦσα δελφίνων ἀγέλη πρὸς τὸ Ῥίον κατὰ τὴν Μολύκρειαν 1 ἐκόμιζε. ἐτύγχανε δὲ Λοκροῖς ἡ τῶν Ῥίων 2 καθεστῶσα θυσία καὶ πανήγυρις, ἣν ἄγουσιν ἔτι νῦν ἐπιφανῶς περὶ τὸν τόπον ἐκεῖνον: ὡς δ᾽ ὤφθη προσφερόμενον τὸ σῶμα , θαυμάσαντες ὡς εἰκὸς ἐπὶ τὴν ἀκτὴν κατέδραμον, καὶ γνωρίσαντες ἔτι πρόσφατον τὸν νεκρὸν ἅπαντα δεύτερα τοῦ ζητεῖν τὸν φόνον ἐποιοῦντο διὰ τὴν δόξαν τοῦ Ἡσιόδου. καὶ τοῦτο μὲν ταχέως ἔπραξαν, εὑρόντες τοὺς φονεῖς: αὐτούς τε γὰρ κατεπόντισαν ζῶντας καὶ τὴν οἰκίαν κατέσκαψαν. ἐτάφη δ᾽ ὁ Ἡσίοδος πρὸς τῷ Νεμείῳ: τὸν δὲ τάφον οἱ πολλοὶ τῶν ξένων οὐκ ἴσασιν, ἀλλ᾽ ἀποκέκρυπται ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.