Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ τοῖς ὀλίγα λέγουσιν ὀλίγων καὶ νόμων ἐστὶ χρεία.’
πυνθανομένου δέ τινος διὰ τί τὰς μὲν κόρας ἀκαλύπτους, τὰς δὲ γυναῖκας ἐγκεκαλυμμένας εἰς τοὐμφανὲς ἄγουσιν, ‘ὅτι,’ ἔφη, ‘τὰς; μὲν κόρας ἄνδρας εὑρεῖν δεῖ, τὰς δὲ γυναῖκας σῴζειν τοὺς ἔχοντας.’ [p. 394]
τῶν δὲ εἱλώτων τινὸς θρασύτερον αὐτῷ προσφερομένου, ‘εἰ μὴ ὠργιζόμην,’ εἶπε, ‘κατέκτανον ἄν σε.’
ἐρωτήσαντος δέ τινος αὐτὸν τίνα νομίζει πολιτείαν ἀρίστην, ἔφη, ‘ἐν ᾗ ἂν περὶ ἀρετῆς πλεῖστοι πολιτευόμενοι πρὸς ἀλλήλους ἄνευ στάσεως ἀγωνίζεσθαι θέλωσι.’