previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἐυδαμίδου τοῦ Ἀρχιδάμου


Εὐδαμίδας Ἀρχιδάμου, ἀδελφὸς δὲ Ἄγιδος, ἰδὼν Ξενοκράτην ἐν Ἀκαδημείᾳ 1 πρεσβύτερον ἤδη [p. 135] μετὰ τῶν γνωρίμων φιλοσοφοῦντα, ἐπύθετο τίς πρεσβύτης: φαμένου δέ τινος ὅτι σοφὸς ἀνὴρ καὶ τῶν ζητούντων τὴν ἀρετήν, ‘καὶ πότεἔφηχρήσεται αὐτῇ, ἐὰν ἄρτι 2 ζητῇ; ’


ἀκούσας δὲ φιλοσόφου διαλεχθέντος ὅτι μόνος ἀγαθὸς στρατηγὸς σοφός ἐστιν, ‘ μὲν λόγοςἔφηθαυμαστός: δὲ λέγων ἄπιστος: οὐ γὰρ περισεσάλπιγκται.’ 3


τὴν θέσιν δὲ Ξενοκράτους εἰρηκότος καὶ καταπαυομένου, παρῆν Εὐδαμίδας: ὡς δ᾽ εἶπέ τις τῶν μετ᾽ αὐτοῦὅτε πάρεσμεν ἡμεῖς, τότε πέπαυται:’ ‘καλῶς γε4 ἔφηεἴπερ ἢδη ἔλεξε ταῦτα ἔχρῃζε:’ τοῦ δ᾽ εἰπόντοςκαλὸν ἦν ἀκοῦσαι καὶ πρὸς δεδειπνηκότα μολόντεςεἶπεν ἠξιοῦμενπάλιν αὐτὸν δειπνεῖν;’ ’


πυνθανομένου δέ τινος διὰ τί, τῶν πολιτῶν αἱρουμένων τὸν πρὸς Μακεδόνας πόλεμον, αὐτὸς ἡσυχίαν ἄγειν δοκιμάζει, ‘ὅτιἔφη : ‘οὐ χρῄζω ψευδομένους αὐτοὺς ἐλέγξαι. ’


ἑτέρου δὲ προφερομένου τὰ κατὰ Περσῶν ἀριστεῖα καὶ προτρέποντος ἐπὶ τὸν πόλεμον, ‘ἀγνοεῖνἔφημοι δοκεῖς γε , ὅτι ταὐτόν ἐστι χιλίων προβάτων κρατήσαντα πεντήκοντα λύκοις μάχεσθαι. ’


ψάλτου δέ τινος: εὐημερήσαντος, ἠρώτησαν αὐτὸν ποδαπός τις αὐτῷ δοκεῖ εἶναι, ‘μέγαςἔφηκηληκτὰς ἐν μικρῷ πράγματι.’


ἐπαινοῦντος δέ τινος τὰς Ἀθήνας, ἔφηκαὶ [p. 136] τίς ἂν ταύτην τὴν πόλιν δεόντως ἐπαινοίη, ἣν οὐδεὶς ἔστερξε γενόμενος βελτίων;’


Ἀργείου δέ τινος λέγοντος, ὡς φαυλότεροι γίνονται κατὰ τὰς ἀποδημίας οἱ Λάκωνες ἐξιστάμενοι τῶν πατρίων νόμων, ‘ἀλλ᾽ οὐχ ὑμεῖς γεἔφηεἰς τὴν Σπάρτην ἐλθόντες χείρονες ἀλλὰ βελτίονες γίνεσθε.’


Ἀλεξάνδρου δὲ κηρύξαντος ἐν Ὀλυμπίᾳ κατιέναι τοὺς φυγάδας ἅπαντας εἰς τὴν ἰδίαν πλὴν Θηβαίων, ‘ἀτυχὲς μένἔφη Θηβαῖοι τὸ κήρυγμα ἀλλ᾽ ἔνδοξον μόνους γὰρ ὑμᾶς φοβεῖται Ἀλέξανδρος.’


ἐρωτηθεὶς δὲ τίνος ἕνεκα πρὸ τῶν κινδύνων ταῖς Μούσαις σφαγιάζουσιν, ‘ὅπωςἔφηαἱ πράξεις λόγων ἀγαθῶν τυγχάνωσιν.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Frank Cole Babbitt, 1931)
load focus English (Frank Cole Babbitt, 1931)
load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: