previous

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Πυθέω γυνή

1 λέγεται δὲ καὶ τὴν Πύθεω τοῦ κατὰ Ξέρξην γυναῖκα σοφὴν γενέσθαι καὶ χρηστήν. αὐτὸς, μὲν γὰρ Πύθης ὡς ἔοικε χρυσείοις ἐντυχὼν μετάλλοις καὶ ἀγαπήσας τὸν ἐξ αὐτῶν πλοῦτον οὐ μετρίως ἀλλ᾽ ἀπλήστως καὶ περιττῶς, αὐτός τε περὶ ταῦτα διέτριβε καὶ τοὺς πολίτας καταβιβάζων ἅπαντας ὁμαλῶς ὀρύττειν φορεῖν καθαίρειν ἠνάγκαζε τὸ χρυσίον, ἄλλο μηδὲν ἐργαζομένους τὸ παράπαν μηδὲ πράττοντας. ἀπολλυμένων δὲ πολλῶν πάντων δ᾽ ἀπαγορευόντων, αἱ γυναῖκες ἱκετηρίαν ἔθεσαν ἐπὶ τὰς: θύρας ἐλθοῦσαι τῆς τοῦ Πύθεω γυναικός. δ᾽ ἐκείνας μὲν ἀπιέναι καὶ θαρρεῖν ἐκέλευσεν; αὐτὴ δὲ τῶν περὶ τὸ χρυσίον τεχνιτῶν οἷς ἐπίστευε: μάλιστα καλέσασα καὶ καθείρξασα, ποιεῖν ἐκέλευεν ἄρτους τε χρυσοῦς καὶ πέμματα παντοδαπὰ καὶ ὀπώρας, καὶ ὅσοις δὴ μάλιστα τὸν Πύθην ἐγίνωσκεν ἡδόμενον ὄψοις καὶ βρώμασι. ποιηθέντων δὲ πάντων, μὲν Πύθης ἧκεν ἀπὸ : τῆς ξένης: ἐτύγχανε γὰρ ἀποδημῶν: δὲ γυνὴ δεῖπνον αἰτοῦντι παρέθηκε χρυσῆν τράπεζαν οὐδὲν ἐδώδιμον ἔχουσαν ἀλλὰ πάντα χρυσᾶ. τὸ μὲν οὖν πρῶτον ἔχαιρε Πύθης τοῖς: μιμήμασιν, ἐμπλησθεὶς δὲ τῆς ὄψεως φαγεῖν δὲ χρυσοῦν τι τύχοι ποθήσας προσέφερε. δυσχεραίνοντος δ᾽ αὐτοῦ καὶ πεινῆν βοῶντος, ‘ἀλλὰ σύ γε τούτωνεἶπενἄλλου δ᾽ οὐδενὸς εὐπορίαν πεποίηκας [p. 248] ἡμῖν καὶ γὰρ ἐμπειρία καὶ τέχνη πᾶσα φροῦδος, γεωργεῖ δ᾽ οὐδείς, ἀλλὰ τὰ σπειρόμενα καὶ φυτευόμενα καὶ τρέφοντα τῆς γῆς ὀπίσω καταλιπόντες ὀρύσσομεν ἄχρηστα καὶ ζητοῦμεν, ἀποκναίοντες αὑτοὺς καὶ τοὺς πολίτας.’ ἐκίνησε ταῦτα τὸν Πύθην, καὶ πᾶσαν μὲν οὐ κατέλυσε τὴν περὶ τὰ μέταλλα πραγματείαν, ἀνὰ μέρος δὲ τὸ πέμπτον ἐργάξεσθαι κελεύσας τῶν πολιτῶν, τοὺς: λοιποὺς ἐπὶ γεωργίαν καὶ τὰς τέχνας ἔτρεψε. Ξέρξου δὲ καταβαίνοντος ἐπὶ τὴν Ἑλλάδα, λαμπρότατος ἐν ταῖς: ὑποδοχαῖς καὶ ταῖς δωρεαῖς γενόμενος χάριν ᾐτήσατο παρὰ τοῦ βασιλέως, πλειόνων αὐτῷ παίδων ὄντων, ἕνα παρεῖναι τῆς στρατείας καὶ καταλιπεῖν αὐτῷ γηροβοσκεῖν. 2 δὲ Ξέρξης ὑπ᾽ ὀργῆς τοῦτον μόνον, ὃν ἐξῃτήσατο, σφάξας καὶ διατεμὼν ἐκέλευσε τὸν στρατὸν διελθεῖν, τοὺς δ᾽ ἄλλους ἐπηγάγετο, καὶ πάντες ἀπώλοντο κατὰ τὰς μάχας. ἐφ᾽ οἷς Πύθης ἀθυμήσας ἔπαθεν ὅμοια πολλοῖς τῶν κακῶν καὶ ἀνοήτων τὸν μὲν γὰρ θάνατον ἐφοβεῖτο, τῷ βίῳ δ᾽ ἤχθετο. βουλόμενος δὲ μὴ ζῆν, προέσθαι δὲ τὸ ζῆν δυνάμενος, χώματος ὄντος ἐν τῇ πόλει μεγάλου καὶ ποταμοῦ διαρρέοντος, ὃν Πυθοπολίτην ὠνόμαζον, ἐν μὲν τῷ χώματι κατεσκεύασε μνημεῖον, ἐκτρέψας δὲ τὸ ῥεῖθρον, ὥστε διὰ τοῦ χώματος; φέρεσθαι ψαύοντα τοῦ τάφου τὸν ποταμόν: ἐπὶ τούτοις συντελεσθεῖσιν αὐτὸς μὲν εἰς τὸ μνημεῖον κατῆλθε, τῇ δὲ γυναικὶ τὴν ἀρχὴν καὶ τὴν πόλιν [p. 249] ἀναθεὶς ἅπασαν ἐκέλευσε μὴ προσιέναι , πέμπειν δὲ τὸ δεῖπνον αὐτῷ καθ᾽ ἑκάστην ἡμέραν εἰς βᾶριν ἐντιθεῖσαν, ἄχρι οὗ τὸν τάφον βᾶρις παρέλθῃ τὸ δεῖπνον ἀκέραιον ἔχουσα, τότε δὲ παύσασθαι πέμπουσαν, ὡς αὐτοῦ τεθνηκότος. ἐκεῖνος μὲν οὕτω τὸν λοιπὸν βίον διῆγεν, δὲ γυνὴ τῆς ἀρχῆς καλῶς ἐπεμελήθη καὶ μεταβολὴν κακῶν τοῖς ἀνθρώποις παρέσχε.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Frank Cole Babbitt, 1931)
load focus English (Goodwin, 1874)
load focus English (Frank Cole Babbitt, 1931)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: