Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ οὕτω τιμῶσιν;’
ἄλλην γὰρ εἶναι Λαρεντίαν Ἄκκαν ἱστοροῦσι
τὴν Ῥωμύλου τροφόν, ἣν τῷ Ἀπριλλίῳ μηνὶ
[p. 60] τιμῶσι. τῇ δ᾽ ἑταίρᾳ Λαρεντίᾳ Φαβόλαν
ἐπίκλησιν εἶναι λέγουσιν, ἐγνωρίσθη δὲ διὰ τοιαύτην αἰτίαν. ζάκορός τις Ἡρακλέους, ὡς ἔοικεν,
ἀπολαύων σχολῆς ἔθος εἶχεν ἐν πεττοῖς καὶ κύβοις τὰ πολλὰ διημερεύειν: καί ποτε, τῶν εἰωθότων παίζειν
σὺν αὐτῷ καὶ μετέχειν τῆς τοιαύτης διατριβῆς κατὰ τύχην μηδενὸς παρόντος, ἀδημονῶν τὸν θεὸν
προυκαλεῖτο διαβαλέσθαι τοῖς κύβοις πρὸς αὐτὸν ὥσπερ ἐπὶ ῥητοῖς, νικήσας μὲν εὑρέσθαι τι παρὰ τοῦ θεοῦ