Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τοῦ χρόνου λαμβάνουσιν
ἀρχήν: ἄριστα δ᾽ οἱ τὴν μετὰ τροπὰς χειμερινὰς λαμβάνοντες, ὁπηνίκα τοῦ
πρόσω βαδίζειν πεπαυμένος ὁ ἥλιος ἐπιστρέφει καὶ ἀνακάμπτει πάλιν πρὸς
ἡμᾶς: γίγνεται γὰρ [p. 262] αὐτοῖς 1 τρόπον τινὰ καὶ φύσει,
2
τὸν μὲν τοῦ φωτὸς αὔξουσα χρόνον ἡμῖν, μειοῦσα δὲ τὸν τοῦ σκότους,
ἐγγυτέρω δὲ ποιοῦσα τὸν κύριον καὶ ἡγεμόνα τῆς ῥευστῆς οὐσίας ἁπάσης.
‘διὰ τί τῇ γυναικείᾳ θεῷ, ἣν Ἀγαθὴν καλοῦσιν, κοσμοῦσαι σηκὸν αἱ
γυναῖκες οἴκοι μυρσίνας οὐκ εἰσφέρουσι, καίτοι πᾶσι φιλοτιμούμεναι
χρῆσθαι τοῖς βλαστάνουσι καὶ ἀνθοῦσι;᾽’ πότερον ὡς οἱ μυθολογοῦντες
ἱστοροῦσι Φαύνου 3 μὲν ἦν γυνὴ τοῦ
μάντεως, οἴνῳ δὲ χρησαμένη κρύφα καὶ μὴ λαθοῦσα
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.