Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὕννιν ὑφαιροῦσι,
καὶ μεταφέρουσιν οὕτω τὸ ἄροτρον, ὡς τὴν ἀρουμένην πᾶσαν ἱερὰν καὶ
ἄσυλον ἐσομένην.
‘διὰ τί τοὺς παῖδας, ὃταν ὀμνύωσι τὸν Ἡρακλέα, κωλύουσιν ὑπὸ στέγῃ
τοῦτο ποιεῖν καὶ κελεύουσιν εἰς ὕπαιθρον προϊέναι;᾽’ πότερον ὡς
ἔνιοι λέγουσιν οὐκ οἰκουρίᾳ τὸν Ἡρακλέα χαίρειν ἀλλ᾽ ὑπαίθρῳ βίῳ
καὶ θυραυλίαις νομίζοντες: ἢ μᾶλλον, ὅτι
τῶν θεῶν οὐκ ἐπιχώριος οὗτος ἀλλὰ πόρρωθεν καὶ ξένος; οὐδὲ γὰρ τὸν
Διόνυσον ὀμνύουσιν ὑπὸ στέγῃ, ξένον ὄντα καὶ αὐτόν, εἴπερ [p. 269] ἐστὶ Διόνυσος. 1 ἢ
ταῦτα μὲν λέγεται καὶ παίζεται
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.