Click on a word to bring up parses, dictionary entries, and frequency statistics
εἶτα γῇ τὸ οἴκημα κατέκρυπτον ἄνωθεν.
καὶ οὐδὲ τοῦτον τὸν τρόπον ἀφοσιωσάμενοι τὴν δεισιδαιμονίαν ἐκπεφεύγασιν,
ἀλλὰ μέχρι νῦν ἐναγίζουσιν οἱ ἱερεῖς ἐπεῖ βαδίζοντες ἐπὶ τὸν τόπον.
‘διὰ τί ταῖς Δεκεμβρίαις 1 εἰδοῖς ἱπποδρομίας γενομένης ὁ νικήσας
δεξιόσειρος 2 Ἄρει θύεται, καὶ [p. 309] τὴν μὲν οὐρὰν
ἀποκόψας τις ἐπὶ τὴν Ῥηγίαν 3 καλουμένην κομίζει καὶ τὸν βωμὸν
αἱμάσσει, περὶ δὲ τῆς κεφαλῆς οἱ μὲν ἀπὸ τῆς ἱερᾶς ὁδοῦ λεγομένης
οἱ δ᾽ ἀπὸ τῆς Συβούρης 4 καταβάντες διαμάχονται’ πότερον, ὡς ἔνιοι λέγουσιν, ἵππῳ τὴν Τροίαν ἡλωκέναι
νομίζοντες ἵππον κολάζουσιν, ἅτε δὴ καὶ γεγονότες
1 Δεκεμβρίαις pro Ὀκτωβρίαις aut ipsius aut librarii errori debeatur W
2 δεξιόσειρος Abreschius: δεξιὸς ἱερὸς
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.