Click on a word to bring up parses, dictionary entries, and frequency statistics
δεομένους. οὐ μὴν οὐδὲ καθαρεύειν ᾤοντο
παντάπασιν οἱ παλαιοὶ τὸ ζῷον: ὀλυμπίων μὲν
γὰρ οὐδενὶ θεῶν καθιέρωται, χθονίᾳ δὲ δεῖπνον Ἑκάτῃ πεμπόμενος εἰς
τριόδους ἀποτροπαίων καὶ [p. 318] καθαρσίων ἐπέχει μοῖραν. ἐν
δὲ Λακεδαίμονι τῷ φονικωτάτῳ θεῶν Ἐνυαλίῳ σκύλακας ἐντέμνουσι:
Βοιωτοῖς δὲ δημοσίᾳ καθαρμός ἐστι κυνὸς διχοτομηθέντος τῶν μερῶν 1
διεξελθεῖν: αὐτοὶ δὲ Ῥωμαῖοι τοῖς Λυκαίοις,
ἃ Λουπερκάλια καλοῦσιν, ἐν τῷ καθαρσίῳ μηνὶ κύνα θύουσιν. ὅθεν οὐκ
ἀπὸ τρόπου τοῖς τὸν ὑπέρτατον καὶ καθαρώτατον εἰληφόσι θεραπεύειν θεὸν
ἀπειρῆσθαι κύνα ποιεῖσθαι συνήθη καὶ σύνοικον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.