previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τίς δορίξενος1;’

τὸ παλαιὸν Μεγαρὶς ᾠκεῖτο κατὰ κώμας, εἰς πέντε μέρη νενεμημένων τῶν πολιτῶν. ἐκαλοῦντο [p. 196] δὲ Ἡραεῖς καὶ Πιραεῖς καὶ Μεγαρεῖς καὶ Κυνοσουρεῖς καὶ Τριποδίσκιοι.2 τῶν δὲ Κορινθίων πόλεμον αὐτοῖς ἐξεργασαμένων πρὸς ἀλλήλους ἀεὶ γὰρ ἐπεβούλευον ὑφ᾽ αὑτοῖς ποιήσασθαι τὴν Μεγαρικήν, ὅμως δι᾽ ἐπιείκειαν ἡμέρως ἐπολέμουν καὶ συγγενικῶς. τούς μὲν γὰρ γεωργοῦντας οὐδεὶς ἠδίκει τὸ παράπαν, τοὺς δ᾽ ἁλισκομένους λύτρον τι τεταγμένον ἔδει καταβαλεῖν, καὶ τοῦτ᾽ ἐλάμβανον ἀφέντες, πρότερον δ᾽ οὐκ εἰσέπραττον, ἀλλ᾽ λαβὼν αἰχμάλωτον ἀπῆγεν οἴκαδε, καὶ μεταδοὺς ἁλῶν καὶ τραπέζης ἀπέπεμπεν οἴκαδε. μὲν οὖν τὰ λύτρα κομίσας ἐπῃνεῖτο καὶ φίλος ἀεὶ διετέλει τοῦ λαβόντος ἐκ δοριαλώτουδορίξενος3προσαγορευόμενος: δ᾽ ἀποστερήσας οὐ μόνον παρὰ τοῖς πολεμίοις ἀλλὰ καὶ παρὰ τοῖς πολίταις ὡς ἄδικος καὶ ἄπιστος ἠδόξει.

load focus English (Frank Cole Babbitt, 1936)
load focus English (Goodwin, 1874)
load focus Greek (Gregorius N. Bernardakis, 1889)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: