Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τὴν γῆν, οὕτω τὰς
ψυχὰς τὸν Ἑρμῆν: τοῦ δ᾽ Ἀπόλλωνος τῷ ἀμφιπόλῳ κριθὰς διδόντες
λαμβάνουσι κρέας τοῦ ἱερείου, καὶ τὸ πῦρ ἀποσβέσαντες ὡς μεμιασμένον παρ᾽
ἑτέρων δ᾽ ἐναυσάμενοι, τοῦτο τὸ κρέας ὀπτῶσιν ‘ἔγκνισμα’
προσαγορεύοντες
‘τίς ἀλάστωρ ἀλιτήριος παλαμναῖος;᾽’ οὐ γὰρ πειστέον τοῖς λέγουσιν
‘ἀλιτηρίους’ κεκλῆσθαι τοὺς ἐπιτηροῦντας ἐν τῷ λιμῷ τὸν ἀλοῦντα
καὶ διαρπάζοντας: ἀλλ᾽ ‘ἀλάστωρ’ μὲν κέκληται ὁ ἄληστα καὶ πολὺν
χρόνον μνημονευθησόμενα δεδρακώς, ‘ἀλιτήριος
’ δ᾽ ὃν ἀλεύασθαι καὶ φυλάξασθαι διὰ μοχθηρίαν καλῶς εἶχε. ταῦτα,
φησὶν ὁ Σωκράτης, 1 ἐν διφθέραις χαλκαῖς γεγράφασι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.