Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ῥωμαίων πρὸς Πύρρον Ἠπειρώτην πολεμούντων Αἰμίλιος Παῦλος χρησμὸν ἔλαβε νικῆσαι, βωμὸν
[p. 268] ἐὰν ἅρματι, ἔνθα ἂν ἴδῃ χάσματι κρυπτόμενον ἄνδρα τῶν ἐπισήμων μετὰ ἅρματος. μετὰ τρεῖς ἡμέρας Οὐαλέριος Κονᾶτος κατ᾽ ὄναρ ἰδὼν ἀναλαβεῖν ἱερέως κόσμον καὶ γὰρ ἦν μαντικῆς ἔμπειρος, στρατηγήσας καὶ πολλοὺς φονεύσας ὑπὸ γῆς
κατεπόθη. ὁ Αἰμίλιος δὲ βωμὸν ἱδρύσας ἐνίκησε καὶ ἑκατὸν ἑξήκοντα πυργοφόρους ἐλέφαντας εἰς
Ῥώμην κατέπεμψεν. ὁ δὲ βωμὸς μαντεύεται κατ᾽ ἐκεῖνον τὸν καιρόν, καθ᾽
ὃν ἐνικήθη Πύρρος: ὡς ἱστορεῖ Κριτόλας ἐν τρίτῃ
Ἠπειρωτικῶν.
Πυραίχμης βασιλεὺς Εὐβοέων ἐπολέμει
Βοιωτοῖς