Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὑπέστρεψεν. ἰδὼν δὲ τὸ τέμενος τῆς Ἑστίας
καιόμενον καὶ τὸ παλλάδιον ἁρπάσας ἐτυφλώθη ὕστερον
δ᾽ ἀνέβλεψεν ἐξιλασάμενος: ὡς Ἀριστείδης
Μιλήσιος Ἰταλικοῖς.
[p. 284]
Θρᾶικες Ἀθηναίοις πολεμοῦντες χρησμὸν ἔλαβον, ὠς, ἐὰν Κόδρου φείσωνται, νικῆσαι: ὁ δὲ δρέπανον λαβὼν ἧκεν εἰς τοὺς ἐναντίους ἐν εὐτελοῦς σχήματι, καὶ ἕνα φονεύσας ὑπὸ θατέρου ἀνῃρέθη:
οὕτω τ̓ ἐνίκησαν οἱ Ἀθηναῖοι: ὡς Σωκράτης ἐν δευτέρῳ Θρᾳκικῶν.
Πόπλιος Δέκιος Ῥωμαῖος πρὸς Ἀλβανοὺς πολεμῶν ὄναρ εἶδεν, ἐὰν ἀποθάνῃ, ῥώμην
προσποιήσειν