Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Λούκιος Τρώσκιος θυγατέρα εἶχε Φλωρεντίαν
ἀπὸ τῆς Πατρίδος: ταύτην ἔφθειρε Καλπούρνιος Ῥωμαῖος. ὁ δὲ παρέδωκε τὴν κόρην καταποντίσαι: ἐλεηθεῖσα δὲ ὑπὸ τοῦ δορυφόρου
πιπράσκεται: καὶ κατὰ τύχην τῆς νεὼς προσσχούσης εἰς Ἰταλίαν, Καλπούρνιος ὠνήσατο καὶ ἐποιήσατο
ἐξ αὐτῆς Κόντρουσκον.
Αἰόλος τῶν κατὰ Τυρρηνίαν βασιλεὺς ἔσχεν
ἐξ Ἀμφιθέας θυγατέρας ἐξ καὶ ἴσους ἄρρενας: Μακαρεὺς δ᾽ ὁ νεώτατος ἔρωτι ἔφθειρε μίαν, ἡ
δὲ παιδίον ἐκύησεν. ἐμφανεῖσα δὲ καὶ ξίφους