Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Μιλήσιος ἐν πρώτῃ
Ἰταλικῶν.
Ἀθηναίων πόλεμον ἐχόντων πρὸς Εὔμολπον
καὶ τῆς εὐθηνίας μὴ ἐπαρκούσης Πύρανδρος ταμίας τῶν δημοσίων ὑπέσπασε τὸ μέτρον φειδωλῶς
χρώμενος: οἱ δ᾽
ἐγχώριοι ὡς προδότην ὑποπτεύσαντες λιθόλευστον ἐποίησαν: ὡς Καλλισθένης
ἐν τρίτῳ Θρᾳκικῶν.
Ῥωμαίων πρὸς Γάλλους
πολεμούντων καὶ τῆς εὐθηνίας μὴ ἀρκούσης Κίννας τοῦ δήμου τὸ
σιτόμετρον ὑπέσπασε: Ῥωμαῖοι δὲ ὡς ἀντιποιούμενον
αὐτὸν τῆς βασιλείας λιθόλευστον ἐποίησαν ὡς Ἀριστείδης ἐν τρίτῳ Ἰταλικῶν.
ἐν τῷ Πελοποννησιακῷ πολέμῳ
Πεισίστρατος