Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τῶν Ῥωμαίων τοῦ δήμου τὸ σιτόμετρον ἦρε: Ῥωμύλος δὲ ὁ βασιλεὺς βαρέως ἐνεγκὼν τῷ δήμῳ ἀπέδωκε: πολλοὺς δὲ τῶν μειζόνων ἐκόλαζεν. οἱ
δὲ φονεύσαντες αὐτὸν ἐν τῇ συγκλήτῳ βουλῇ καὶ
διακόψαντες εἰς τοὺς κόλπους ἔβαλον. Ῥωμαῖοι
δὲ μετὰ πυρὸς εἰς τὴν σύγκλητον ἔδραμον. Ἰούλιος
δὲ Πρόκλος τῶν ἐπισήμων ἀνὴρ εἶπε τὸν Ῥωμύλον
ἐν ὄρει ἑωρακέναι μείζονα παντὸς ἀνθρώπου θεὸν
τε γεγενῆσθαι. Ῥωμαῖοι δὲ πιστεύσαντες
ἀνεχώρησαν ὡς Ἀριστόβουλος ἐν τρίτῳ Ἰταλικῶν.
Πέλοψ Ταντάλου καὶ Εὐρυανάσσης γήμας
Ἱπποδάμειαν ἔσχεν Ἀτρέα καὶ Θυέστην, ἐκ δὲ