Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τὴν βασιλείαν τῶν Ἀρκάδων ὡς
Ζώπυρος Βυζάντιος ἐν τῷ τρίτῳ Ἱστορικῶν.
Ἀμούλιος πρὸς Νομίτορα τὸν ἀδελφὸν τυραννικῶς
διακείμενος, τὸν μὲν υἱὸν Αἴνιτον ἐπὶ κυνηγίᾳ
[p. 310] ἀνεῖλε, τὴν δὲ θυγατέρα Σιλουίαν ἢ
Ἰλίαν τῆς
Ἥρας ἱέρειαν ἐποιήσατο. ταύτην Ἄρης ἐγκύμονα ποιεῖ: ἡ δ᾽ ἔτεκε διδύμους, ὡμολόγησέ τε τῷ τυράννῳ τὴν ἀλήθειαν. ὁ δὲ φοβηθεὶς ἀμφοτέρους
κατεπόντισε, βαλὼν παρὰ τὰς ὄχθας τοῦ Θύμβρεως.