Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ οὐδ᾽ ἀνάνδρους ὑπὸ τοιούτου κρατηθέντας. ἐγὼ ' εὐτυχίαν μὲν εὔχομαι καὶ κράτος πολέμου παρὰ θεῶν, ἵν᾽ εὖ ποιῶν Ἀλέξανδρον ὑπερβάλωμαι: καὶ μέ τις ἔχει φιλοτιμία καὶ ζῆλος ἡμερώτερον αὐτοῦ φανῆναι: εἰ δ᾽ οἴχεται τὰ ἐμά, Ζεῦ πατρῷε Περσῶν καὶ βασίλειοι θεοί, μηδεὶς εἰς τὸν Κύρου θρόνον ἄλλος ἢ Ἀλέξανδρος καθίσειε.’ τοῦτ᾽ εἰσποίησις ἦν Ἀλεξάνδρου διὰ θεῶν μαρτύρων.