Click on a word to bring up parses, dictionary entries, and frequency statistics
, διώκων ἐν ἀποστάσεσι μυρίαις, ἀποτροπαῖς, σκιρτήσεσιν ἐθνῶν, βασιλέων ἀφηνιασμοῖς, πρὸς Βάκτρα Μαράκανδα Σογδιανούς, ἐν ἔθνεσιν ἀπίστοις καὶ ἐπιβούλοις ὕδραν τέμνων ἀεί τισι πολέμοις ἐπιβλαστάνουσαν;
ἄτοπόν τι δόξω λέγειν, ἐρῶ δ᾽ ἀληθές: παρὰ μικρὸν διὰ τὴν Τύχην Ἀλέξανδρος ἀπώλεσε τὸ δοκεῖν Ἄμμωνος εἶναι. τίς γὰρ ἂν ἐκ θεῶν γεγονὼς ἐπισφαλεῖς οὕτω καὶ πολυπόνους καὶ τλήμονας ἐξεμόχθησεν ἄθλους πλὴν ὁ Διὸς Ἡρακλῆς;