Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐν Ἀθήναις ἐποίησε, σεισάχθειαν προσαγορεύσας: Ἀλέξανδρος δὲ τὰ χρέα τοῖς δανείσασιν ὑπὲρ τῶν ὀφειλόντων αὐτὸς ἐξέτισε. Περικλῆς φορολογήσας τοὺς Ἕλληνας ἐκ τῶν χρημάτων [p. 478] ἐκόσμησεν ἱεροῖς τὴν ἀκρόπολιν: Ἀλέξανδρος δὲ τὰ τῶν Βαρβάρων χρήματα λαβὼν ἔπεμψεν εἰς τὴν Ἑλλάδα, ναοὺς τοῖς θεοῖς ἀπὸ μυρίων ταλάντων οἰκοδομῆσαι κελεύσας. Βρασίδαν ἐν τῇ Ἑλλάδι περιβόητον ἐποίησε τὸ πρὸς Μεθώνην διαδραμεῖν τὸ στρατόπεδον τῶν πολεμίων βαλλόμενον παρὰ τὴν θάλατταν: Ἀλεξάνδρου δ᾽ ἐν Ὀξυδράκαις τὸ δεινὸν ἐκεῖνο πήδημα καὶ ἄπιστον ἀκούουσι καὶ θεωμένοις φοβερόν, ἐκ τειχῶν ἀφέντος ἑαυτὸν εἰς