Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τοὺς πολεμίους δόρασι, καὶ βέλεσι. καὶ ξίφεσι γυμνοῖς ἐκδεχομένους, τίνι ἄν τις εἰκάσειεν ἢ πυρὶ κεραυνίῳ ῥαγέντι καὶ φερομένῳ ; μετὰ πνεύματος, οἷον ἐπὶ γῆν κατέσκηψε ‘φάσμα Φοίβου φλογοειδέσιν ὅπλοις’ περιλαμπόμενον; οἱ δὲ τὸ πρῶτον ἐκπλαγέντες ἅμα φρίκῃ διέτρεσαν καὶ ἀνεχώρησαν: εἶθ᾽ ὡς ἑώρων ἄνθρωπον ἕνα πολλοῖς ἐπιφερόμενον, ἀντέστησαν. ἐνταῦθ᾽ ἄρ᾽ ἡ Τύχη μεγάλα καὶ λαμπρὰ διέφηνεν ἔργα τῆς πρὸς Ἀλέξανδρον εὐμενείας, ὅτ᾽ αὐτὸν μὲν εἰς χωρίον ἄσημον καὶ βάρβαρον ἐμβαλοῦσα κατέκλεισε καὶ περιετείχισε, τοὺς δ᾽ ὑπὸ σπουδῆς