previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

καὶ γὰρ ποιητικὴ χάριν ἔσχε καὶ τιμὴν τῷ τοῖς πεπραγμένοις ἐοικότα λέγειν, ὡς Ὅμηρος ἔφη
ἴσκε ψεύδεα πολλὰ λέγων ἐτύμοισιν ὁμοῖα.
[p. 506] λέγεται δὲ καὶ Μενάνδρῳ τῶν συνήθων τις εἰπεῖν, ‘ἐγγὺς οὖν, Μένανδρε, τὰ Διονύσια, καὶ σὺ τὴν κωμῳδίαν οὐ πεποίηκας;’ τὸν δὲ ἀποκρίνασθαι, ‘νὴ τοὺς θεοὺς ἔγωγε πεποίηκα τὴν κωμῳδίαν: ᾠκονόμηται γὰρ διάθεσις: δεῖ δ᾽ αὐτῇ τὰ στιχίδια ἐπᾷσαι,’ ὅτι καὶ αὐτοὶ τὰ πράγματα τῶν λόγων ἀναγκαιότερα καὶ κυριώτερα νομίζουσιν.

δὲ Κόριννα τὸν Πίνδαρον, ὄντα νέον ἔτι καὶ τῇ λογιότητι σοβαρῶς χρώμενον, ἐνουθέτησεν ὡς ἄμουσον ὄντα καὶ μὴ ποιοῦντα μύθους, τῆς ποιητικῆς ἔργον εἶναι συμβέβηκε, γλώσσας δὲ καὶ καταχρήσεις καὶ μεταφοράσεις καὶ μέλη καὶ ῥυθμοὺς δ᾽ ἡδύσματα τοῖς πράγμασιν ὑποτιθέντα. σφόδρ᾽ οὖν Πίνδαρος ἐπιστήσας τοῖς λεγομένοις ἐποίησεν ἐκεῖνο τὸ μέλος

Ἰσμηνὸν χρυσαλάκατον Μελίαν,
Κάδμον Σπαρτῶν ἱερὸν γένος ἀνδρῶν,
τὸ πάνυ σθένος Ἡρακλέους
τὰν Διωνύσου πολυγαθέα τιμάν.
δειξαμένου δὲ τῇ Κορίννῃ γελάσασα ἐκείνη τῇ χειρὶ δεῖν ἔφη σπείρειν, ἀλλὰ μὴ ὅλῳ τῷ θυλάκῳ. τῷ γὰρ ὄντι συγκεράσας καὶ συμφορήσας πανσπερμίαν τινὰ μύθων Πίνδαρος εἰς τὸ μέλος ἐξέχεεν. ἀλλ᾽ ὅτι μὲν ποιητικὴ περὶ μυθοποιίαν ἐστί καὶ Πλάτων εἴρηκεν. δὲ μῦθος εἶναι βούλεται λόγος [p. 508] ψευδὴς ἐοικὼς ἀληθινῷ: διὸ καὶ πολὺ τῶν ἔργων ἀφέστηκεν, εἰ λόγος μὲν ἔργου, καὶ λόγου δὲ μῦθος εἰκὼν καὶ εἴδωλόν ἐστι. καὶ τοσοῦτον τῶν ἱστορούντων οἱ πλάττοντες τὰς πράξεις ὑστεροῦσιν, ὅσον ἀπολείπονται τῶν πραττόντων οἱ λέγοντες.

load focus English (Goodwin, 1874)
load focus Greek (Gregorius N. Bernardakis, 1889)
load focus English (Frank Cole Babbitt, 1936)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: