Hide browse bar
Your current position in the text is marked in blue. Click anywhere in the
line to jump to another position:
Search the Perseus Catalog for:
Table of Contents:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τὸν μὲν γὰρ ἀνόητον ὁ τοῦ θανάτου
φόβος [p. 237]
οὐχ ὁ τοῦ ζῆν πόθος ἐκκρέμασθαι
τοῦ σώματος ποιεῖ,
περιπεπλεγμένον ὥσπερ
τὸν Ὀδυσσέα τῷ ἐρινεῷ δεδοικότα τὴν
Χάρυβδιν ὑποκειμένην
ἔνθ᾽ οὔτε μίμνειν ἄνεμος οὔτε πλεῖν
ἐᾷ,'
1
καὶ πρὸς ταῦτα
δυσαρέστως καὶ πρὸς ἐκεῖνα περιδεῶς
ἔχοντα.
ὁ δὲ τὴν τῆς,
ψυχῆς φύσιν
ἁμωσγέπως ὑπονοῶν καὶ τὴν εἰς τὸ βέλτιον
αὐτῆς ἢ μηθὲν κάκιον ἐν τῇ τελευτῇ
μεταβολὴν ἐπιλογιζόμενος,
οὐ μικρὸν ἔχει
τῆς πρὸς τὸν βίον εὐθυμίας ἐφόδιον
τὴν πρὸς τὸν
θάνατον ἀφοβίαν.
ᾧ γὰρ ἔξεστι τῆς μὲν
ἀρεστῆς 2 καὶ οἰκείας μερίδος ἐπικρατούσης
ἡδέως ζῆν,
τῶν δ᾽
ἀλλοτρίων καὶ παρὰ φύσιν ὑπερβαλλόντων
ἀδεῶς ἀπελθεῖν εἰπόντα λύσει μ᾽ ὁ δαίμων αὐτός,
ὅταν ἐγὼ θέλω: 3
τί ἂν τούτῳ χαλεπὸν ἢ δύσκολον
ἢ ταραχῶδες ἐμπίπτον ἐπινοήσαιμεν;
ὁ γὰρ
εἰπών ‘
προκατείλημμαὶ σ᾽,
ὦ τύχη,
καὶ
πᾶσαν τὴν σὴν ἀφῄρημαι παρείσδυσιν’
οὐ
μοχλοῖς οὐδὲ κλεισὶν οὐδὲ τείχεσιν
ἐθάρρυνεν ἑαυτόν,
ἀλλὰ δόγμασι καὶ λόγοις
ὧν πᾶσι μέτεστι τοῖς βουλομένοις.
καὶ δεῖ μηδὲν
ἀπογιγνώσκειν μηδ᾽ ἀπιστεῖν τῶν οὕτω
λεγομένων,
ἀλλὰ θαυμάζοντα καὶ ζηλοῦντα καὶ
συνενθουσιῶντα πεῖραν ἅμα .
λαμβάνειν
ἑαυτοῦ καὶ κατανόησιν ἐν τοῖς ἐλάττοσι
πρὸς τὰ μείζονα,
μὴ φεύγοντα μηδ᾽ ἀπωθοῦντα
τῆς ψυχῆς
τὴν ἐπιμέλειαν αὐτῶν μηδὲ
διαδιδράσκοντ᾽ εἰς τὸ 4 ‘
τάχα δ᾽ οὐδὲν
ἔσται δυσχερέστερον.':’
ἀτονίαν,
5 γὰρ [p. 238] ἐμποιεῖ καὶ μαλακίαν
ἀγύμναστον ἡ περὶ τὸ ῥᾷστον ἀεὶ
διατρίβουσα καὶ πρὸς τὸ ἥδιστον ἐκ τῶν
ἀβουλήτων ἀναχωροῦσα γλυκυθυμία τῆς ψυχῆς.
ἡ δὲ καὶ νόσου καὶ πόνου καὶ φυγῆς
μελετῶσα φαντασίαν ὑφίστασθαι καὶ προσβιαζομένη τῷ λογισμῷ
πρὸς ἕκαστον εὑρήσει πολὺ τὸ κατεψευσμένον
καὶ διάκενον καὶ σαθρὸν ἐν τοῖς δοκοῦσι
χαλεποῖς καὶ φοβεροῖς,
ὡς ὁ καθ᾽ ἕκαστον
ἀποδείκνυσι λόγος.