previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

καίτοι πολλοὶ καὶ τὸ τοῦ Μενάνδρου 1 πεφρίκασιν
οὐκ ἔστιν εἰπεῖν ζῶντατοῦτ᾽ οὐ πείσομαι’,
ἀγνοοῦντες ὅσον ἐστὶ πρὸς ἀλυπίαν ἀγαθὸν τὸ μελετᾶν καὶ δύνασθαι πρὸς τὴν τύχην ἀνεῳγόσι τοῖς ὄμμασιν ἀντιβλέπειν, καὶ μὴ ποιεῖν ἐν αὑτῷ τὰς φαντασίας ἀτρίπτους καὶ ἁπαλὰς ὥσπερ ἐνσκιατραφούμενον πολλαῖς ἐλπίσιν ὑπεικούσαις ἀεὶ καὶ πρὸς μηδὲν ἀντιτεινούσαις. ἐκεῖνο μέντοι καὶ πρὸς τὸν Μένανδρον ἔχομεν εἰπεῖν
οὐκ ἔστιν εἰπεῖν ζῶντα τοῦτ᾽ οὐ πείσομαι,
ἀλλ᾽ ἔστιν εἰπεῖν ζῶντατοῦτ᾽ οὐ ποιήσω, οὐ ψεύσομαι, οὐ ῥᾳδιουργήσω, οὐκ ἀποστερήσω, οὐκ ἐπιβουλεύσωτοῦτο γὰρ ἐφ᾽ ἡμῖν κείμενον οὐ μικρὸν ἀλλὰ μέγα πρὸς εὐθυμίαν πάρεστιν. ὥσπερ αὖ τοὐναντίον
σύνεσις, ὅτι σύνοιδα δείν᾽ εἰργασμένος,
2 οἷον ἕλκος ἐν σαρκὶ τῇ ψυχῇ τὴν μεταμέλειαν αἱμάσσουσαν ἀεὶ καὶ νύσσουσαν ἐναπολείπει. τὰς μὲν γὰρ ἄλλας ἀναιρεῖ λύπας λόγος, τὴν δὲ μετάνοιαν [p. 239] αὐτὸς ἐνεργάζεται 3 δακνομένης σὺν αἰσχύνῃ τῆς ψυχῆς καὶ κολαζομένης ὑφ᾽ αὑτῆς, ὡς γὰρ οἱ ῥιγοῦντες ἠπιάλοις καὶ πυρετοῖς διακαόμενοι τῶν ταῦτα 4 πασχόντων ἔξωθεν ὑπὸ καύματος κρύους; μᾶλλον ἐνοχλοῦνται καὶ κάκιον ἔχουσιν, οὕτως ἐλαφροτέρας ἔχει τὰ τυχηρὰ τὰς λύπας ὥσπερ ἔξωθεν ἐπιφερομένας: τὸ δὲ
οὔ τις ἐμοὶ τῶν 5 ἄλλος ἐπαίτιος, ἀλλ᾽ ἐγὼ αὐτός
6 ἐπιθρηνούμενον τοῖς ἁμαρτανομένοις ἔνδοθεν ἐξ αὐτοῦ, βαρύτερον ποιεῖ τῷ αἰσχρῷ τὸ ἀλγεινόν. ὅθεν οὔτε οἰκία πολυτελὴς οὔτε χρυσίου πλῆθος οὔτ᾽ ἀξίωμα γένους οὔτε μέγεθος ἀρχῆς οὐ λόγου χάρις οὐ δεινότης εὐδίαν παρέχει βίῳ καὶ γαλήνην τοσαύτην, ὅσην ψυχὴ καθαρεύουσα πραγμάτων καὶ βουλευμάτων πονηρῶν καὶ τὴν τοῦ βίου πηγὴν τὸ ἦθος ἀτάραχον ἔχουσα καὶ ἀμίαντον: ἀφ᾽ ἧς αἱ καλαὶ πράξεις ῥέουσαι καὶ τὴν ἐνέργειαν ἐνθουσιώδη καὶ ἱλαρὰν μετὰ τοῦ μέγα φρονεῖν ἔχουσι καὶ τὴν μνήμην ἡδίονα καὶ βεβαιοτέραν τῆς Πινδαρικῆς 7 γηροτρόφου ἐλπίδος. οὐ γάραἱ μὲν λιβανωτρίδεςὡς ἔλεγε Καρνεάδηςκἂν ἀποκενωθῶσι, τὴν εὐωδίαν ἐπὶ πολὺν χρόνον ἀναφέρουσινἐν δὲ τῇ ψυχῇ τοῦ νοῦν ἔχοντος; αἱ καλαὶ πράξεις οὐκ ἀεὶ κεχαρισμένην καὶ πρόσφατον ἐναπολείπουσι τὴν ἐπίνοιαν, ὑφ᾽ ἧς τὸ χαῖρον ἄρδεται καὶ τέθηλε καὶ καταφρονεῖ τῶν ὀδυρομένων [p. 240] καὶ λοιδορούντων τὸν βίον, ὥς τινα κακῶν χώραν φυγαδικὸν τόπον ἐνταῦθα ταῖς ψυχαῖς ἀποδεδειγμένον.

1 Μενάνδρου] Kock. 3 p. 103

2 Eur. Or. 396

3 ἐνεργάζεται Madvigius: ἐργάζεται

4 ταὐτὰ Stobaeus 25, 15: ταῦτα

5 τῶν] τῶνδ᾽ Schnebiderus Callimacho versum vindicans

6 cf. Hom. A 335. Soph. O R 379

7 Πινδαρικῆς] Bergk. 1 p. 452

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (W. C. Helmbold, 1939)
load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: