previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Κυβείᾳ γὰρ Πλάτων 1 τὸν βίον ἀπείκασεν, ἐν καὶ βάλλειν δεῖ τὰ πρόσφορα, καὶ βαλόντα χρῆσθαι καλῶς τοῖς πεσοῦσι. τούτων δὲ τὸ μὲν βάλλειν οὐκ ἐφ᾽ ἡμῖν, τὸ δὲ προσηκόντως δέχεσθαι τὰ γιγνόμενα παρὰ τῆς τύχης καὶ νέμειν ἑκάστῳ τόπον, ἐν καὶ τὸ οἰκεῖον ὠφελήσει μάλιστα καὶ τὸ ἀβούλητον ἥκιστα λυπήσει τοὺς ἐπιτυγχάνοντας, ἡμέτερον ἔργον ἐστίν, ἂν εὖ φρονῶμεν. τοὺς μὲν γὰρ ἀτέχνους καὶ ἀνοήτους περὶ τὸν βίον, ὥσπερ τοὺς νοσώδεις τοῖς σώμασι μήτε καῦμα φέρειν μήτε κρύος δυναμένους ἐξίστησι μὲν εὐτυχία συστέλλει δὲ δυστυχία: ταράττονται δ᾽ ὑπ᾽ ἀμφοτέρων, μᾶλλον δ᾽ ὑφ᾽ αὑτῶν ἐν ἀμφοτέροις καὶ οὐχ ἧττον ἐν τοῖς λεγομένοις ἀγαθοῖς. Θεόδωρος μὲν γὰρ κληθεὶς ἄθεος ἔλεγε, τῇ δεξιᾷ τοὺς λόγους ὀρέγοντος αὐτοῦ, τῇ ἀριστερᾷ δέχεσθαι τοὺς ἀκροωμένους: οἱ δ᾽ ἀπαίδευτοι πολλάκις τὴν τύχην δεξιὰν παρισταμένην ἐπαριστέρως λαμβάνοντες ἀσχημονοῦσιν οἱ δὲ φρόνιμοι, καθάπερ ταῖς μελίτταις φέρει μέλι τὸ δριμύτατον καὶ ξηρότατον θύμος, οὕτως ἀπὸ τῶν δυσχερεστάτων πολλάκις πραγμάτων οἰκεῖόν τι καὶ χρήσιμον αὑτοῖς λαμβάνουσι.

1 Πλάτων] Rep. p. 604 c

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (W. C. Helmbold, 1939)
load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: