previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

καὶ τί’, φήσαι τις ἄν, ‘ἔχομεν;’ τί δ᾽ οὐκ ἔχομεν; μὲν δόξαν δ᾽ οἶκον δὲ γάμον τῷ δὲ φίλος ἀγαθός ἐστιν. Ἀντίπατρος δ᾽ Ταρσεὺς πρὸς τῷ τελευτᾶν ἀναλογιζόμενος ὧν ἔτυχεν ἀγαθῶν, οὐδὲ τὴν εὔπλοιαν παρέλιπε τὴν ἐκ Κιλικίας αὐτῷ γενομένην εἰς Ἀθήνας . δεῖ δὲ καὶ τὰ κοινὰ μὴ παρορᾶν ἀλλ᾽ ἔν τινι λόγῳ τίθεσθαι καὶ χαίρειν, ὅτι ζῶμεν ὑγιαίνομεν τὸν ἣλιον ὁρῶμεν: οὔτε πόλεμος οὔτε στάσις ἐστίν: ἀλλὰ καὶ γῆ παρέχει γεωργεῖν καὶ θάλασσα 1 πλεῖν ἀδεῶς τοῖς βουλομένοις: καὶ λέγειν ἔξεστι καὶ πράττειν καὶ σιωπᾶν καὶ σχολάζειν. εὐθυμήσομεν δὲ τούτοις μᾶλλον παροῦσιν, ἂν μὴ παρόντων αὐτῶν φαντασίαν λαμβάνωμεν ἀναμιμνήσκοντες αὑτοὺς πολλάκις, ὡς ποθεινόν ἐστιν ὑγεία 2 νοσοῦσι καὶ πολεμουμένοις εἰρήνη, καὶ κτήσασθαι δόξαν ἐν πόλει τηλικαύτῃ 3 καὶ φίλους ἀγνῶτι καὶ [p. 221] ξένῳ: καὶ; τὸ στέρεσθαι γενομένων ὡς ἀνιαρόν. οὐ γὰρ τότε γίγνεται μέγα καὶ τίμιον ἕκαστον ἡμῖν, ὅταν ἀπόληται, σῳζόμενον δὲ τὸ μηδέν ἐστιν: οὐδενὶ γὰρ ἀξίαν τὸ μὴ εἶναι προστίθησιν. οὐδὲ δεῖ κτᾶσθαι μὲν ὡς μεγάλα καὶ τρέμειν ἀεὶ δεδιότας ὡς ὑπὲρ μεγάλων μὴ στερηθῶμεν, ἔχοντας δὲ παρορᾶν καὶ καταφρονεῖν ὡς μηδενὸς ἀξίων ἀλλὰ χρῆσθαι μάλιστα ἐπὶ τῷ χαίρειν καὶ, ἀπολαύειν αὐτῶν, ἵνα καὶ τὰς ἀποβολάς, ἂν συντυγχάνωσι, πραότερον φέρωμεν. οἱ δὲ πολλοὶ ποιήματα μέν, ὡς ἔλεγεν Ἀρκεσίλαος, ἀλλότρια καὶ γραφὰς καὶ ἀνδριάντας οἴονται δεῖν ἀκριβῶς καὶ κατά μέρος ἕκαστον ἐπιπορευόμενοι τῇ διανοίᾳ καὶ τῇ ὄψει θεωρεῖν, τὸν δ᾽ ἑαυτῶν βίον ἔχοντα πολλὰς οὐκ ἀτερπεῖς ἀναθεωρήσεις ἐῶσιν, ἔξω βλέποντες ἀεὶ καὶ θαυμάζοντες ἀλλοτρίας δόξας καὶ τύχας, ὥσπερ μοιχοὶ τὰς ἑτέρων γυναῖκας αὑτῶν δὲ καὶ 4 τῶν ἰδίων καταφρονοῦντες.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load focus English (W. C. Helmbold, 1939)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: