This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
δὲ πάθη σφοδρότητες ὁρμῶν. διὸ τὴν ψυχὴν ἠρεμεῖν οὐκ ἐῶσιν, ἀλλ᾽ ὅτε
μάλιστα δεῖται μονῆς καὶ σιωπῆς καὶ ὑποστολῆς ὁ ἄνθρωπος, τότ᾽ αὐτὸν
εἰς ὕπαιθρον ἕλκουσι, τότ᾽ ἀποκαλύπτουσιν
οἱ θυμοὶ αἱ φιλονεικίαι οἱ ἔρωτες αἱ λῦπαι, πολλὰ καὶ δρᾶν ἄνομα καὶ
λαλεῖν ἀνάρμοστα τοῖς καιροῖς ἀναγκαζόμενον.
ὥσπερ γὰρ ἐπισφαλέστερος χειμὼν τοῦ πλεῖν
οὐκ ἐῶντος ὁ κωλύων καθορμίσασθαι: οὕτως οἱ κατὰ ψυχὴν χειμῶνες
βαρύτεροι στείλασθαι 1 τὸν ἄνθρωπον οὐκ ἐῶντες οὐδ᾽ ἐπιστῆσαι τεταραγμένον
τὸν λογισμόν: ἀλλ᾽ ἀκυβέρνητος καὶ ἀνερμάτιστος ἐν ταραχῇ καὶ πλάνῃ
δρόμοις ὀλεθρίοις 2 καὶ παραφόροις
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.