previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ῥωμαίων σύγκλητος ἀπόρρητόν τινα [p. 315] βουλὴν ἐβουλεύετο καθ᾽ αὑτὴν ἐπὶ πολλὰς ἡμέρας: ἀσάφειαν δὲ πολλὴν καὶ ὑπόνοιαν ἔχοντος τοῦ πράγματος, γυνὴ τἄλλα σώφρων , γυνὴ δέ, προσέκειτο τῷ ἑαυτῆς ἀνδρί, λιπαρῶς δεομένη πυθέσθαι τἀπόρρητον: ὅρκοι δὲ καὶ κατάραι περὶ σιωπῆς ἐγίγνοντο καὶ δάκρυα ποτνιωμένης αὐτῆς, ὡς πίστιν οὐκ ἐχούσης. δὲ Ῥωμαῖος ἐξελέγξαι βουλόμενος αὐτῆς τὴν ἀβελτερίαννικᾷς, γύναιεἶπενἀλλ᾽ ἄκουε φοβερὸν πρᾶγμα καὶ τεράστιον: προσήγγελται γὰρ ἡμῖν ὑπὸ τῶν ἱερέων κόρυδον ὦφθαι πετόμενον κράνος ἔχοντα χρυσοῦν καὶ δόρυ: σκεπτόμεθα δὴ τὸ τέρας εἴτε χρηστὸν εἴτε φαῦλόν ἐστι, καὶ συνδιαποροῦμεν τοῖς μάντεσιν: ἀλλὰ σιώπαταῦτ᾽ εἰπὼν ᾤχετ᾽ εἰς τὴν ἀγοράν: δὲ τῶν θεραπαινίδων εὐθὺς ἐφελκυσαμένη τὴν πρώτην εἰσελθοῦσαν, ἔπαιε τὸ στῆθος αὑτῆς καὶ τὰς τρίχας ἐσπάραττενοἴμοιλέγουσατἀνδρὸς 1 καὶ τῆς πατρίδος: τί πεισόμεθα;’ βουλομένη καὶ διδάσκουσα τὴν θεράπαιναν εἰπεῖντί γὰρ γέγονεν;ὡς δ᾽ οὖν πυθομένης διηγήσατο καὶ προσέθηκε τὸν κοινὸν ἁπάσης ἀδολεσχίας ἐπῳδόν, τὸταῦτα μηδενὶ φράσῃς ἀλλὰ σιώπα ,’ οὐ φθάνει τὸ θεραπαινίδιον ἀποχωρῆσαν αὐτῆς, καὶ τῶν ὁμοδούλων εὐθὺς ἣν μάλιστ᾽ εἶδε σχολάζουσαν ἐμβάλλει τὸν λόγον: ἐκείνη δὲ τῷ ἐραστῇ παραγενομένῳ πρὸς αὐτὴν ἔφρασεν. οὕτω δ᾽ εἰς ἀγορὰν τοῦ διηγήματος ἐκκυλισθέντος ὥστε προλαβεῖν τὸν πλασάμενον τὴν φήμην, ἀπαντήσας τις αὐτῷ τῶν γνωρίμωνἀρτίωςεἶπενοἴκοθεν εἰς ἀγορὰν καταβαίνεις;[p. 316]ἀρτίωςἔφη ἐκεῖνος. ‘οὐκοῦν οὐδὲν ἀκήκοας;’ ‘γέγονε γάρ τι καινόν;’ ‘ἀλλὰ 2 κόρυδος ὦπται πετόμενος κράνος ἔχων χρυσοῦν καὶ δόρυ, καὶ μέλλουσι περὶ τούτου σύγκλητον ἔχειν οἱ ἄρχοντες.’ κἀκεῖνος γελάσαςφεῦ 3 τοῦ τάχουςεἶπεν γύναι, τὸ καὶ φθάσαι με τὸν λόγον εἰς ἀγορὰν προελθόντατούς μὲν οὖν ἄρχοντας ἐντυχὼν ἀπήλλαξε τῆς ταραχῆς τὴν δὲ γυναῖκα τιμωρούμενος, ὡς οἴκαδ᾽ εἰσῆλθεν, ‘ἀπώλεσάς μ᾽εἶπεν γύναι: τὸ γὰρ ἀπόρρητον ἐκ τῆς ἐμῆς οἰκίας πεφώραται δεδημοσιωμένον: ὥστε μοι φευκτέον ἐστὶ τὴν πατρίδα διὰ τὴν σὴν ἀκρασίαν.’ τρεπομένης δὲ πρὸς; ἄρνησιν αὐτῆς καὶ λεγούσηςοὐ: γὰρ ταῦτα μετὰ τριακοσίων ἤκουσας;’ ‘ποίωνἔφητριακοσίων; σοῦ βιασαμένης, ἐπλασάμην ἀποπειρώμενος.’ οὗτος μὲν οὖν ἀσφαλῶς πάνυ καὶ μετ᾽ εὐλαβείας, ὥσπερ εἰς ἀγγεῖον σαθρὸν οὐκ οἶνον οὐκ ἔλαιον ἀλλ᾽ ὕδωρ ἐγχέας, ἐπείρασε 4 τὴν γυναῖκα. Φούλβιος 5 δ᾽ Καίσαρος ἑταῖρος τοῦ Σεβαστοῦ, γέροντος ἤδη γεγονότος ἀκούσας ὀδυρομένου τὴν περὶ τὸν οἶκον ἐρημίαν, καὶ ὅτι, τῶν μὲν δυεῖν αὐτῷ θυγατριδῶν ἀπολωλότων Ποστουμίου δ᾽ ὃς ἔτι λοιπός; ἐστιν ἐκ διαβολῆς τινος ἐν φυγῇ ὄντος, 6 ἀναγκάζεται τὸν τῆς γυναικὸς υἱὸν ἐπεισάγειν τῇ διαδοχῇ τῆς ἡγεμονίας, καίπερ οἰκτίρων καὶ βουλευόμενος ἐκ τῆς ὑπερορίας ἀνακαλεῖσθαι τὸν θυγατριδοῦν: ταῦτ᾽ Φούλβιος ἀκούσας ἐξήνεγκε [p. 317] πρὸς τὴν γυναῖκα, πρὸς δὲ Λιβίαν ἐκείνη, Λιβία δὲ καθήψατο πικρῶς Καίσαρος, εἰ πάλαι ταῦτ᾽ ἐγνωκὼς οὐ μεταπέμπεται τὸν θυγατριδοῦν, ἀλλ᾽ εἰς ἔχθραν καὶ πόλεμον αὐτὴν τῷ διαδόχῳ τῆς ἀρχῆς καθίστησιν. : ἐλθόντος οὖν ἕωθεν , ὡς εἰώθει, τοῦ Φουλβίου πρὸς αὐτὸν καὶ εἰπόντοςχαῖρε , Καῖσαρ’ ‘ὑγίαιν᾽εἶπεΦούλβιε.’ κἀκεῖνος νοήσας ᾤχετ᾽ εὐθὺς ἀπιὼν οἴκαδε, καὶ τὴν γυναῖκα μεταπεμψάμενοςἔγνωκενἔφηΚαῖσαρ , ὅτι τἀπόρρητον οὐκ ἐσιώπησα: καὶ διὰ τοῦτο μέλλω ἀναιρεῖν ἐμαυτόν:’ δὲ γυνὴδικαίωςεἶπενὅτι μοι τοσοῦτον συνοικῶν χρόνον οὐκ ἔγνως οὐδ᾽ ἐφυλάξω τὴν ἀκρασίαν: ἀλλ᾽ ἔασον ἐμὲ προτέρανκαὶ λαβοῦσα τὸ ξίφος ἑαυτὴν προανεῖλε τἀνδρός. 7

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load focus English (W. C. Helmbold, 1939)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: