previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἔστι τοίνυν τρία γένη τῶν πρὸς τὰς ἐρωτήσεις ἀποκρίσεων, τὸ μὲν ἀναγκαῖον τὸ δὲ φιλάνθρωπον τὸ δὲ περισσόν. οἷον πυθομένου τινὸς εἰ [p. 329] Σωκράτης ἔνδον, μὲν ἀπροθύμως καὶ ὥσπερ 1 ἄκων ἀποκρίνεται τὸοὐκ ἔνδον :’ ἐὰν δὲ βούληται λακωνίζειν, καὶ τὸἔνδονἀφελὼν αὐτὴν μόνην φθέγξεται τὴν ἀπόφασιν: ὡς ἐκεῖνοι, Φιλίππου γράψαντος εἰ δέχονται τῇ πόλει αὐτόν, εἰς χάρτην οὐ μέγα γράψαντες ἀπέστειλαν. δὲ φιλανθρωπότερον ἀποκρίνεταιοὐκ ἔνδον ἀλλ᾽ ἐπὶ ταῖς τραπέζαις :’ κἂν βούληται προσεπιμετρῆσαι, ‘ξένους τινὰς ἐκεῖ περιμένων.’ δὲ περιττὸς καὶ ἀδολέσχης, ἄν γε δὴ τύχῃ καὶ τὸν Κολοφώνιον ἀνεγνωκὼς Ἀντίμαχον, ‘οὐκ ἔνδονφησὶνἀλλ᾽ ἐπὶ ταῖς τραπέζαις, ξένους ἀναμένων Ἴωνας, ὑπὲρ ὧν αὐτῷ γέγραφεν Ἀλκιβιάδης περὶ Μίλητον ὤν, καὶ παρὰ Τισσαφέρνει διατρίβων, τῷ τοῦ μεγάλου σατράπῃ βασιλέως, ὃς πάλαι μὲν ἐβοήθει Λακεδαιμονίοις, νῦν δὲ προστίθεται δι᾽ Ἀλκιβιάδην Ἀθηναίοις: γὰρ Ἀλκιβιάδης ἐπιθυμῶν κατελθεῖν εἰς τὴν πατρίδα τὸν Τισσαφέρνην μετατίθησικαὶ ὅλως τὴν ὀγδόην Θουκυδίδου κατατεινάμενος ἐρεῖ καὶ κατακλύσει τὸν ἄνθρωπον, ἕως φθάσῃ καὶ Μίλητος ἐκπολεμωθεῖσα καὶ φυγαδευθεὶς τὸ δεύτερον Ἀλκιβιάδης. μάλιστα δὴ περὶ τοῦτο δεῖ τὴν ἀδολεσχίαν συνέχειν ὥσπερ εἰς ἴχνος ἐμβιβάζοντα τὴν ἐρώτησιν καὶ ὡς κέντρῳ καὶ διαστήματι τῇ χρείᾳ τοῦ πυνθανομένου περιγράφοντα τὴν ἀπόκρισιν. Καρνεάδην μὲν γὰρ οὔπω μεγάλην ἔχοντα δόξαν, ἐν τῷ γυμνασίῳ διαλεγόμενον πέμψας γυμνασίαρχος ἐκέλευσεν ὑφεῖναι τὸ μέγεθος 2 τῆς φωνῆςἦν γὰρ μεγαλοφωνότατος): εἰπόντος δ᾽ ἐκείνου [p. 330]δός μοι μέτρον φωνῆς,'’ οὐ φαύλως ὑπέτυχεδίδωμι 3 τὸν προσδιαλεγόμενον.’ τῷ δ᾽ ἀποκρινομένῳ μέτρον ἔστω τοῦ ἐρωτῶντος βούλησις.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load focus English (W. C. Helmbold, 1939)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: