Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐκεῖνον
μὲν γὰρ ἀποκτιννύναι περιιόντα τοὺς πονηρούς, τοῦτον δὲ τοὺς χρηστοὺς
ποιεῖν πονηρούς: οὕτω καὶ ἡμῖν πρὸς
ἄνθρωπον ἀξιοῦντα καλὸν κἀγαθὸν λέγεσθαι ῥητέον, ἂν βιάζηται καὶ
δυσωπῇ, μὴ πρέποντα ποιεῖν μηδ᾽ ἄξια τῆς περὶ αὐτὸν εὐγενείας τε καὶ
ἀρετῆς.
ἐπὶ δὲ τῶν φαύλων ὁρᾶν χρὴ καὶ διανοεῖσθαι, τὸν φιλάργυρον εἰ δυσωπήσεις ἄνευ συμβολαίου δανεῖσαι τάλαντον ἢ τὸν
φιλότιμον ἐκστῆναι τῆς προεδρίας, ἢ τὸν φίλαρχον τῆς παραγγελίας
ἐπίδοξον ὄντα κρατήσειν. δεινὸν γὰρ ἂν ἀληθῶς φανείη
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.