previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

λείπεται ἡμῖν, τοῦ λόγου τὸ ἐφεξῆς ἀπαιτοῦντος καὶ παρακαλοῦντος, εἰπεῖν ὅπως ἂν ἕκαστος ἐκφύγοι τὸ ἐπαινεῖν ἀκαίρως ἑαυτόν. μέγα γὰρ περιαυτολογία τὴν φιλαυτίαν ὁρμητήριον ἔχουσα, καὶ τοῖς πάνυ δοκοῦσι μετρίως ἔχειν πρὸς δόξαν ἐμφύεται πολλάκις ἐπιτιθεμένη. καθάπερ γὰρ τῶν ὑγιεινῶν ἕν ἐστι παραγγελμάτων τὸ τὰ νοσώδη χωρία φυλάττεσθαι παντάπασιν προσέχειν μᾶλλον αὑτῷ γιγνόμενον ἐν αὐτοῖς, οὕτως ἔχει τινὰς περιαυτολογία καιροὺς; καὶ τόπους 1 ὀλισθηροὺς καὶ περιφέροντας εἰς αὐτὴν ἐκ πάσης προφάσεως. πρῶτον μὲν γὰρ ἐν τοῖς ἀλλοτρίοις ἐπαίνοις, ὥσπερ εἴρηται, τὸ φιλότιμον ἐξανθεῖ τὴν περιαυτολογίαν καί τις αὐτὸ καταλαμβάνει δακνόμενον καὶ γαργαλιζόμενον οἷον ὑπὸ κνησμοῦ δυσκαρτέρητος ἐπιθυμία καὶ ὁρμὴ πρὸς δόξαν, ἄλλως τε κἂν ἐπὶ τοῖς ἴσοις ἕτερος τοῖς ἐλάττοσιν ἐπαινῆται. καθάπερ γὰρ οἱ πεινῶντες ἑτέρων ἐσθιόντων ἐν ὄψει μᾶλλον ἐρεθίζονται καὶ παροξύνονται τὴν ὄρεξιν οὕτως τῶν πλησίον ἔπαινος ἐκκάει τῇ ζηλοτυπίᾳ τοὺς πρὸς δόξαν ἀκρατῶς ἔχοντας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: