previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



Τιμόθεον τὸν Κόνωνος, Σόσσιε Σενεκίων, ὡς ἐκ τῶν πολυτελῶν καὶ στρατηγικῶν 1 δείπνων ἀναλαβὼν Πλάτων ἐδείπνισεν ἐν Ἀκαδημείᾳ 2 μουσικῶς καὶ ἀφελῶςταῖς ἀφλεγμάντοιςὥς φησιν Ἴων 3τραπέζαιςαἷς ὕπνοι τε καθαροὶ καὶ βραχυόνειροι φαντασίαι, τοῦ σώματος εὐδίαν καὶ γαλήνην ἔχοντος, ἕπονται: μεθ᾽ ἡμέραν 4 Τιμόθεος αἰσθόμενος τῆς διαφορᾶς ἔφη τοὺς παρὰ Πλάτωνι δειπνήσαντας καὶ τῇ ὑστεραίᾳ καλῶς γίγνεσθαι. μέγα γὰρ ὡς ἀληθῶς εὐημερίας ἐφόδιον εὐκρασία σώματος ἀβαπτίστου καὶ ἐλαφροῦ καὶ παρεστῶτος ἀνυπόπτως ἐπὶ πᾶσαν ἐνέργειαν. ἀλλ᾽ ἕτερον οὐκ ἔλαττον ὑπῆρχε τοῦτο 5 τοῖς παρὰ Πλάτωνι δειπνήσασιν, τῶν λαληθέντων παρὰ πότον ἀναθεώρησις: αἱ μὲν γὰρ τῶν ποθέντων βρωθέντων 6 ἡδοναὶ τὴν ἀνάμνησιν ἀνελεύθερον ἔχουσι καὶ ἄλλως ἐξίτηλον, ὥσπερ ὀσμὴν ἕωλον κνῖσαν 7 ἐναπολειπομένην [p. 216] προβλημάτων δὲ καὶ λόγων φιλοσόφων ὑποθέσεις αὐτοὺς τοὺς μεμνημένους εὐφραίνουσιν, ἀεὶ πρόσφατοι παροῦσαι: καὶ τοὺς ἀπολειφθέντας οὐχ ἧττον ἑστιᾶν 8 παρέχουσι τοῖς αὐτοῖς ἀκούοντας καὶ μεταλαμβάνοντας: ὅπου καὶ νῦν τῶν Σωκρατικῶν συμποσίων μετουσία καὶ ἀπόλαυσίς ἐστι τοῖς φιλολόγοις, ὥσπερ αὐτοῖς ἐκείνοις τοῖς τότε δειπνοῦσι. καίτοι, εἰ τὰ σωματικὰ τὰς ἡδονὰς παρεῖχεν, ἔδει καὶ Ξενοφῶντα καὶ Πλάτωνα μὴ τῶν λαληθέντων ἀλλὰ παρατεθέντων ἐν Καλλίου καὶ Ἀγάθωνος ὄψων καὶ πεμμάτων καὶ τραγημάτων ἀπογραφὴν ἀπολιπεῖν: νῦν δ᾽ ἐκεῖνα μὲν οὐδέποτε, καίπερ ὡς εἰκὸς ἐκ παρασκευῆς γενόμενα 9 καὶ δαπάνης, λόγου τινὸς ἠξιώθη: τὰ δὲ φιλοσοφηθέντα μετὰ παιδιᾶς 10 σπουδάζοντες εἰς γραφὴν ἀπετίθεντο, καὶ κατέλειπον 11 παραδείγματα τοῦ μὴ μόνον συνεῖναι διὰ λόγων ἀλλήλοις παρὰ πότον ἀλλὰ καὶ μεμνῆσθαι τῶν λαληθέντων. [p. 217]


Τίς αἰτία, δι᾽ ἣν οἱ νηστεύοντες διψῶσι μᾶλλον πεινῶσιν.


ἕκτον οὖν τοῦτό σοι πέμπω τῶν Συμποσιακῶν, ἐν πρῶτόν ἐστι τὸ περὶ τοῦ διψῆν μᾶλλον πεινῆν τοὺς νηστεύοντας. ἄλογον γὰρ ἐφαίνετο διψῆν μᾶλλον πεινῆν τοὺς ἐκνηστεύσαντας: γὰρ ἔνδεια τῆς ξηρᾶς τροφῆς ἀναπλήρωσιν οἰκείαν ἐδόκει καὶ κατὰ 12 φύσιν ἐπιζητεῖν. ἔλεγον οὖν ἐγὼ τοῖς παροῦσιν, ὅτι τῶν ἐν ἡμῖν μόνον μάλιστα δεῖται τροφῆς τὸ θερμόν ὥσπερ ἀμέλει βλέπομεν ἔξω 13 μήτ᾽ ἀέρα μήθ᾽ ὕδωρ μήτε γῆν ἐφιέμενα τοῦ τρέφεσθαι μηδ᾽ 14 ἀναλίσκοντα τὸ πλησιάζον, ἀλλὰ μόνον τὸ πῦρ. 15 καὶ τὰ νέα βρωτικώτερα τῶν πρεσβυτέρων ὑπὸ θερμότητος: καὶ τοὐναντίον οἱ γέροντες ῥᾷστα νηστείαν φέρουσιν: ἀμβλὺ γὰρ ἐν αὐτοῖς καὶ μικρὸν ἤδη τὸ θερμόν ἐστιν, ὥσπερ ἐν τοῖς ἀναίμοις τῶν ζῴων, δὴ καὶ τροφῆς ἣκιστα προσδεῖται δι᾽ ἔνδειαν θερμότητος: αὐτὸν θ᾽ ἕκαστον αὑτοῦ 16 γυμνάσια καὶ κραυγαὶ καὶ ὅσα τῷ κινεῖν αὔξει [p. 218] τὸ θερμόν, ἥδιον φαγεῖν ποιεῖ καὶ προθυμότερον τροφὴ δὲ τῷ θερμῷ, καθάπερ νομίζω, πρῶτον 17 κατὰ φύσιν, μάλιστα τὸ ὑγρόν ἐστιν, ὡς αἵ τε φλόγες αὐξανόμεναι τῷ ἐλαίῳ δηλοῦσι καὶ τὸ πάντων ξηρότατον εἶναι τέφραν 18: ἐκκέκαυται γὰρ τὸ νοτερόν, τὸ δὲ γεῶδες ἔρημον ἰκμάδος λέλειπται: καὶ ὁμοίως διίστησι 19 καὶ διαιρεῖ τὰ σώματα τὸ πῦρ τῷ ἐξαιρεῖν 20 τὴν κολλῶσαν ὑγρότητα καὶ συνδέουσαν. ὅταν οὖν νηστεύσωμεν, ἐκ τῶν ὑπολειμμάτων τῆς ἐν τῷ σώματι τροφῆς ἀποσπᾶται βίᾳ τὸ ὑγρὸν ὑπὸ τοῦ θερμοῦ τὸ πρῶτον, εἶτ᾽ ἐπ᾽ αὐτὴν βαδίζει τὴν σύμφυτον λιβάδα τῆς σαρκὸς πύρωσις διώκουσα τὸ νοτερόν 21: γενομένης οὖν ὥσπερ ἐν πηλῷ ξηρότητος, ποτοῦ μᾶλλον τὸ σῶμα δεῖσθαι πέφυκεν, ἄχρι οὗ πιόντων ἀναρρωσθὲν καὶ ἰσχῦσαν τὸ θερμὸν ἐμβριθοῦς τροφῆς ὄρεξιν ἐργάσηται.


Πότερον ἔνδεια ποιεῖ τὸ πεινῆν καὶ διψῆν πόρων μετασχηματισμός.


λεχθέντων δὲ τούτων, οἱ περὶ Φίλωνα ἰατροὶ τὴν πρώτην θέσιν ἐκίνουν: ἐνδείᾳ γὰρ οὐ [p. 219] γίγνεσθαι τὸ δίψος, ἀλλὰ πόρων τινῶν 22 μετασχηματισμῷ. τοῦτο μὲν γὰρ οἱ νύκτωρ διψῶντες, ἂν ἐπικαταδάρθωσι 23, παύονται τοῦ διψῆν μὴ πιόντες: τοῦτο δ᾽ οἱ πυρέττοντες, ἐνδόσεως γενομένης παντάπασι τοῦ πυρετοῦ λωφήσαντος, καὶ ἅμα 24 τοῦ διψῆν ἀπαλλάττονται: πολλοῖς δὲ λουσαμένοις καὶ νὴ Δί᾽ ἐμέσασιν ἑτέροις λήγει τὸ δίψος. ὧν ὑπ᾽ οὐδενὸς αὔξεται τὸ ὑγρόν, ἀλλὰ μόνον οἱ πόροι παρέχουσι, πάσχοντές 25 τι τῷ μετασχηματίζεσθαι, τάξιν ἑτέραν καὶ διάθεσιν. ἐκδηλότερον δὲ τοῦτο γίγνεται περὶ τὴν πεῖναν: ἐνδεεῖς γὰρ ἅμα πολλοὶ γίνονται καὶ ἀνόρεκτοι τῶν νοσούντων: ἐνίοις δ᾽ ἐμπιπλαμένοις οὐδὲ ἓν αἱ ὀρέξεις χαλῶσιν, ἀλλὰ καὶ κατατείνουσι καὶ παραμένουσιν. ἤδη δὲ πολλοὶ τῶν ἀποσίτων ἐλαίαν ἁλμάδα λαμβάνοντες κάππαριν γευσάμενοι ταχέως ἀνέλαβον καὶ παρεστήσαντο τὴν ὄρεξιν. καὶ μάλιστα δῆλόν ἐστιν, ὅτι πάθει τινὶ πόρων οὐχ ὑπ᾽ ἐνδείας ἐγγίγνεται τὸ πεινῆν ἡμῖν: τὰ: γὰρ τοιαῦτα βρώματα τὴν μὲν ἔνδειαν ἐλαττοῖ 26 προστιθεμένης τροφῆς, τὸ δὲ πεινῆν 27 ποιοῦσιν 28: οὕτως αἱ τῶν ἐφάλμων βρωμάτων εὐστομίαι καὶ δριμύτητες ἐπιστρέφουσαι 29 καὶ πυκνοῦσαι τὸν στόμαχον πάλιν ἀνοίγουσαι καὶ χαλῶσαι δεκτικήν τινα τροφῆς εὐαρμοστίαν περιειργάσαντο περὶ αὐτόν, ἣν ὄρεξιν καλοῦμεν . [p. 220]


ἐδόκει δή μοι ταῦτα πιθανῶς μὲν ἐπικεχειρῆσθαι 30, πρὸς δὲ τὸ μέγιστον ἐναντιοῦσθαι τῆς φύσεως τέλος, ἐφ᾽ πᾶν ἄγει ζῷον ὄρεξις, ἀναπλήρωσιν τοῦ ἐνδεοῦς ποθοῦσα καὶ τὸ 31 ἐκλεῖπον 32 ἀεὶ τοῦ οἰκείου διώκουσα: ‘τὸ γὰρ διαφέρει μάλιστα τὸ ζῷον τοῦ ἀψύχου, τοῦτο μὴ φάναι πρὸς σωτηρίαν καὶ διαμονὴν ὑπάρχειν ἡμῖν, ὥσπερ ὄμμα τῶν 33 οἰκείων τῷ σώματι καὶ δεόντων 34 ἐγγεγενημένον 35, ἀλλὰ πάθος εἶναι καὶ τροπήν τινα πόρων οἴεσθαι μεγέθεσι καὶ μικρότησι συμβαίνουσαν, εἰς οὐδέν᾽ ἦν λόγον ἁπλῶς τιθεμένων τὴν φύσιν. ἔπειτα ῥιγοῦν 36 ἐνδείᾳ θερμότητος οἰκείας τὸ σῶμα, μηκέτι δὲ 37 διψῆν μηδὲ πεινῆν ὑγρότητος ἐνδείᾳ τῆς 38 κατὰ φύσιν καὶ τροφῆς, ἄλογόν ἐστι: τούτου δ᾽ ἀλογώτερον, εἰ κενώσεως μὲν ἐφίεται διὰ πλήρωσιν φύσις, πληρώσεως δ᾽ οὐ διὰ κένωσιν, ἀλλ᾽ ἑτέρου τινὸς πάθους ἐγγενομένου. καὶ μὴν αἵ γε τοιαῦται περὶ τὰ ζῷα χρεῖαι καὶ ἀναπληρώσεις οὐθέν τι τῶν περὶ τὰς γεωργίας γιγνομένων διαφέρουσι: πολλὰ γὰρ ὅμοια 39 πάσχει καὶ βοηθεῖται: πρὸς μὲν γὰρ 40 τὰς ξηρότητας ἀρδείαις ποτιζόμενα, καὶ ψυχόμενα 41 μετρίως, ὅταν φλέγηται: ῥιγοῦντα δ᾽ αὐτὰ 42 θάλπειν πειρώμεθα καὶ [p. 221] σκέπειν πόλλ᾽ ἄττα 43 περιβάλλοντες: καὶ ὅσα μὴ παρ᾽ ἡμᾶς 44 ἐστιν, εὐχόμεθα τὸν θεὸν διδόναι, δρόσους μαλακὰς καὶ εἰλήσεις ἐν 45 πνεύμασι μετρίοις 46, ὡς ἀεὶ τοῦ ἀπολείποντος ἀναπλήρωσιν φύσις ἔχοι 47, διατηροῦσα τὴν κρᾶσιν. οὕτω γὰρ οἶμαι καὶ τροφὴν ὠνομάσθαι τὸ τηροῦν τὴν φύσιν: τηρεῖται δὲ τοῖς μὲν φυτοῖς ἀναισθήτως ἐκ τοῦ περιέχοντος, ὥς φησιν Ἐμπεδοκλῆς 48, ὑδρευομένοις τὸ πρόσφορον: ἡμᾶς δ᾽ ὄρεξις ζητεῖν διδάσκει καὶ διώκειν τὸ ἐκλεῖπον τῆς κράσεως. οὐ μὴν ἀλλὰ καὶ τῶν εἰρημένων ἕκαστον ἴδωμεν ὡς οὐκ ἀληθές ἐστι. τὰ μὲν γὰρ εὐστομίαν ἔχοντα καὶ δριμύτητα τάχα μὲν οὐκ ὄρεξιν, ἀλλὰ δηγμὸν ἐμποιεῖ τοῖς δεκτικοῖς μέρεσι τῆς τροφῆς, οἷον κνησμοὶ 49 κατὰ θίξιν 50 ἐνίων ἀμυσσόντων: εἰ δὲ καὶ τοῦτο τὸ πάθος ὀρεκτικόν ἐστιν, εἰκός ἐστιν ὑπὸ τῶν τοιούτων βρωμάτων λεπτυνόμενα διακρίνεσθαι τὰ προϋπόντα 51, καὶ ποιεῖν μὲν ἔνδειαν, οὐ μεταρρυθμιζομένων δὲ τῶν 52 πόρων ἀλλὰ κενουμένων καὶ καθαιρομένων τὰ γὰρ ὀξέα καὶ δριμέα καὶ ἁλμυρὰ θρύπτοντα τὴν ὕλην διαφορεῖ 53 καὶ σκίδνησιν, ὥστε νεαρὰν ποιεῖν τὴν ὄρεξιν ἐκθλιβομένων 54 τῶν ἑώλων καὶ χθιζῶν. τῶν δὲ λουομένων οὐ μετασχηματιζόμενοι παύουσιν οἱ πόροι τὸ δίψος, ἀλλ᾽ ἰκμάδα διὰ τῆς 55 σαρκὸς ἀναλαμβάνοντες [p. 222] καὶ ἀναπιμπλάμενοι νοτερᾶ ἀτμίδος. οἱ δ᾽ ἔμετοι τἀλλότριον 56 ἐκβάλλοντες ἀπόλαυσιν τῇ φύσει τοῦ οἰκείου παρέσχον. οὐ γὰρ ἁπλῶς τοῦ 57 ὑγροῦ τὸ δίψος, ἀλλὰ τοῦ κατὰ φύσιν καὶ οἰκείου διό, κἂν πολὺ παρῇ τὸ ἀλλόφυλον, ἐνδεὴς ἄνθρωπός ἐστιν: ἐνίσταται 58 γὰρ τοῖς κατὰ φύσιν ὑγροῖς, ὧν ὄρεξίς ἐστι, καὶ οὐ δίδωσιν ἀνάμιξιν οὐδὲ κατάκρασιν, ἄχρι ἂν ἐκστῇ καὶ ἀποχωρήσῃ: τότε δ᾽ οἱ πόροι τὸ σύμφυλον ἀναλαμβάνουσιν. οἱ δὲ πυρετοὶ τὸ ὑγρὸν εἰς βάθος ἀπωθοῦσι: καὶ τῶν μέσων φλεγομένων, ἐκεῖ πᾶν ἀποκεχώρηκε καὶ κρατεῖται πεπιεσμένον ὅθεν ἐμεῖν τε πολλοὺς ἅμα συμβαίνει, πυκνότητι τῶν ἐντὸς ἀναθλιβόντων τὰ ὑγρά, καὶ διψῆν 59 δι᾽ ἔνδειαν καὶ ξηρότητα τοῦ λοιποῦ σώματος. ὅταν οὖν ἄνεσις γένηται καὶ τὸ θερμὸν ἐκ τῶν μέσων ἀπίῃ, σκιδνάμενον αὖθις ὑπονοστεῖ 60 καὶ διιόν 61, ὡς πέφυκε, πάντῃ τὸ νοτερὸν 62 ἅμα τοῖς: τε μέσοις ῥᾳστώνην παρέσχε, καὶ τὴν σάρκα λείαν καὶ ἁπαλὴν ἀντὶ τραχείας καὶ αὐχμώδους γενομένην ἐμάλαξε, πολλάκις δὲ καὶ ἱδρῶτας ἐπήγαγεν: ὅθεν ποιοῦσα διψῆν ἔνδεια λήγει καὶ παύεται, τῆς ὑγρότητος ἀπὸ τοῦ βαρυνομένου καὶ δυσαναβλαυτοῦντος 63 ἐπὶ τὸν δεόμενον καὶ ποθοῦντα μεθισταμένης τόπον. ὡς γὰρ ἐν κήπῳ, φρέατος ἄφθονον ὕδωρ ἔχοντος, εἰ μὴ τις ἐπαντλοῖ καὶ ἄρδοι τὰ φυτά 64, διψῆν καὶ [p. 223] ἀτροφεῖν ἀναγκαῖόν ἐστιν: οὕτως ἐν σώματι, τῶν ὑγρῶν εἰς ἕνα κατασπωμένων τόπον, οὐ θαυμαστὸν ἔνδειαν εἶναι περὶ τὰ λοιπὰ καὶ ξηρότητα, μέχρι οὗ πάλιν ἐπιρροὴ καὶ διάχυσις γένηται: καθάπερ καὶ ἐπὶ τῶν πυρεττόντων, ὅταν ἀνεθῶσι, συμβαίνει καὶ τῶν ἐγκαταδαρθανόντων τῷ διψῆν: καὶ γὰρ τούτοις ὕπνος ἐκ μέσων ἐπανάγων τὰ ὑγρὰ καὶ διανέμων πάντῃ τοῖς μέρεσιν ὁμαλισμὸν ἐμποιεῖ καὶ ἀναπλήρωσιν. γὰρ δὴ λεγόμενος τῶν πόρων μετασχηματισμὸς οὗτος, τὸ πεινῆν τὸ διψῆν ἐγγίνηται 65, ποῖὸς τίς ἐστιν; ἐγὼ μὲν γὰρ οὐχ ὁρῶ περὶ πόρους 66 διαφορὰς ἄλλας 67 κατὰ πάθος 68 τὸ συμπίπτειν καὶ τὸ διίστασθαι: καὶ συμπίπτοντες μὲν: οὔτε ποτὸν οὔτε τροφὴν δέχεσθαι δύνανται, διιστάμενοι δὲ κενότητα καὶ χώραν ποιοῦσιν, ἔνδειαν οὖσαν τοῦ κατὰ φύσιν καὶ οἰκείου. καὶ γὰρ αἱ στύψεις, βέλτιστε, τῶν βαπτομένωνἔφηντόπων 69 ἔχουσι τὸ 70 δριμὺ καὶ ῥυπτικόν, τῶν περισσῶν ἐκκρινομένων καὶ ἀποτηκομένων, οἱ πόροι δέχονται μᾶλλον καὶ στέγουσι 71 δεξάμενοι τὴν βαφὴν ὑπ᾽ ἐνδείας καὶ κενότητος.’

[p. 224]


Διὰ τί πεινῶντες μὲν, ἐὰν πίωσι, παύονται: διψῶντες δέ, ἐὰν φάγωσιν, ἐπιτείνονται.72


ῥηθέντων δὲ τούτων, ἑστιῶν ἡμᾶς καὶ ταῦτ᾽ ἔφη μετρίως λέγεσθαι καὶ πρὸς τὴν 73 ἄλλην ἀπορίαν, τὰς τῶν πόρων κενώσεις καὶ ἀναπληρώσεις 74, ἐν τῷ παραυτίκα ... 75 τοῖς δὲ διψῶσι τοὐναντίον 76, ἐὰν ἐμφάγωσιν, ἐπιτείνειν συμβαίνει τὸ δίψος. τοῦτο δὲ 77 τὸ πάθος οἱ τοὺς πόρους διαφόρους 78 ὑποτιθέμενοι 79 ῥᾷστα καὶ πιθανώτατά μοι δοκοῦσιν, εἰ καὶ μὴ τἄλλα 80 μόνον πιθανῶς, αἰτιολογεῖν. πᾶσι γὰρ ὄντων πόρων, ἄλλος πόρος ἄλλας συμμετρίας ἔχει 81: ὧν οἱ μὲν εὐρύτεροι τὴν ξηρὰν ἅμα καὶ τὴν ὑγρὰν τροφὴν ἀναλαμβάνουσιν, οἱ δ᾽ ἰσχνότεροι 82 τὸ μὲν ποτὸν 83 παραδέχονται 84, ποιεῖ δὲ τὴν μὲν δίψαν τούτων κένωσις, δ᾽ ἐκείνων τὴν πεῖναν. ὅθεν, ἐὰν [p. 225] μὲν φάγωσιν 85 οἱ διψῶντες, οἱ μὲν οὐ βοηθοῦνται, τῶν πόρων διὰ λεπτότητα τὴν ξηρὰν τροφὴν μὴ δεχομένων, ἀλλ᾽ ἐπιδεῶν τοῦ οἰκείου διαμενόντων: οἱ δὲ πεινῶντες ἐὰν πίνωσιν 86, ἐνδυόμενα τὰ ὑγρὰ τοῖς μείζοσι πόροις καὶ ἀναπληροῦντα τὰς κενότητας αὐτῶν ἀνίησι τὸ σφοδρὸν ἄγαν τῆς πείνης.


ἐμοὶ δὲ τὸ μὲν συμβαῖνον ἀληθὲς ἐφαίνετο, τῇ δ᾽ ὑποθέσει τῆς αἰτίας οὐ προσεῖχον. ‘καὶ γὰρ εἰ τοῖς πόροις τούτοιςἔφην, ‘ὧν ἔνιοι περιέχονται καὶ ἀγαπῶσι, κατατρήσειέ τις τὴν σάρκα, πλαδαρὰν καὶ τρομώδη καὶ σαθρὰν ποιήσει 87: τό γε μὴ 88 ταὐτὰ 89 τοῦ σώματος μόρια τὸ ποτὸν προσδέχεσθαι καὶ τὸ σιτίον ἀλλ᾽ ὥσπερ ἠθμοῖς καταρρεῖσθαι καὶ ἀποκρίνεσθαι, κομιδῇ πλασματῶδες καὶ ἀλλόκοτον. αὕτη γὰρ πρὸς τὸ ὑγρὸν ἀνάμιξις, θρύπτουσα τὰ σιτία καὶ συνεργὰ λαμβάνουσα τὸ θερμὸν τὸ ἐντὸς καὶ τὸ πνεῦμα, πάντων ὀργάνων ἀκριβέστατα πάσαις τομαῖς καὶ διαιρέσεσι λεπτύνει τὴν τροφὴν ὥστε πᾶν μόριον αὐτῆς παντὶ μορίῳ γίγνεσθαι φίλον καὶ οἰκεῖον, οὐκ ἐναρμόττον ὥσπερ ἀγγείοις 90 καὶ τρήμασιν ἀλλ᾽ ἑνούμενον καὶ προσφυόμενον. ἄνευ δὲ τούτων οὐδὲ λέλυται τῆς ἀπορίας τὸ μέγιστον: οἱ γὰρ ἐμφαγόντες, ἂν μὴ πίωσιν, οὐ μόνον οὐ λύουσιν ἀλλὰ καὶ προσεπιτείνουσι τὸ δίψος πρὸς τοῦτο δ᾽ οὐδὲν εἴρηται. σκόπει δὲ καὶ τὰ παρ᾽ ἡμῶνἔφηνεἰ φαινομένας ὑποθέσεις λαμβάνομεν, [p. 226] πρῶτον μὲν λαμβάνοντες τὸ ὑγρὸν ὑπὸ τοῦ 91 ξηροῦ διαφθείρεσθαι δαπανώμενον, τῷ δ᾽ ὑγρῷ τὸ ξηρὸν βρεχόμενον καὶ μαλασσόμενον διαχύσεις ἴσχειν καὶ ἀναθυμιάσεις: δεύτερον δὲ μὴ νομίζοντες ἔκθλιψιν εἶναι παντάπασι μήτε τῆς ξηρᾶς τροφῆς τὴν 92 πεῖναν μήτε τῆς ὑγρᾶς τὴν δίψαν, ἀλλὰ τοῦ μετρίου καὶ ἀρκοῦντος ἔνδειαν: οἷς γὰρ ὅλως ἂν ἐλλίπῃ θάτερον , οὔτε πεινῶσιν οὔτε διψῶσιν ἀλλ᾽ εὐθὺς ἀποθνήσκουσιν. ὑποκειμένων δὲ τούτων, οὐ χαλεπὸν ἤδη τὴν 93 αἰτίαν συνιδεῖν. μὲν γὰρ δίψα τοῖς φαγοῦσιν ἐπιτείνεται, τῶν σιτίων τῇ ξηρότητι, εἴ τι 94 διεσπαρμένον ὑγρὸν καὶ ἀπολειπόμενον ἀσθενὲς καὶ ὀλίγον ἐν τῷ σώματι, συλλεγόντων καὶ προσεξικμαζόντων ὥσπερ ἔξω γῆν ὁρῶμεν καὶ κόνιν καὶ ἄμμον 95 τὰ μιγνύμενα τῶν ὑγρῶν ἀναλαμβάνουσαν εἰς ἑαυτὴν καὶ ἀφανίζουσαν. τὴν δὲ πεῖναν αὖ πάλιν ἀναγκαίως; τὸ ποτὸν ἀνίησιν: γὰρ ὑγρότης τὰ ὑπόντα σιτία περισκελῆ καὶ γλίσχρα βρέξασα καὶ διαχέασα, χυμῶν ἐγγενομένων καὶ ἀτμῶν, ἀναφέρει τούτους εἰς τὸ σῶμα καὶ προστίθησι τοῖς δεομένοις. ὅθεν οὐ κακῶς ὄχημα τῆς τροφῆς τὸ ὑγρὸν Ἐρασίστρατος προσεῖπε: τὰ γὰρ ὑπὸ ξηρότητος πάθους 96 ἀργὰ καὶ βαρέα μιγνύμενον ἀναπέμπει καὶ συνεξαίρει. πολλοὶ δὲ καὶ μὴ πιόντες ἀλλὰ λουσάμενοι μόνον ἐπαύσαντο συντόνως 97 σφόδρα πεινῶντες: ἐνδυομένη ἔξωθεν εὐχυμότερα ποιεῖ καὶ [p. 227] τροφιμώτερα τῷ ἐγχαλᾶσθαι 98 τὰ ἐντός, ὥστε τῆς πείνης τὸ σφόδρα πικρὸν καὶ θηριῶδες ἐνδιδόναι καὶ παρηγορεῖσθαι. διὸ καὶ πολὺν ζῶσιν ἔνιοι τῶν ἀποκαρτερούντων χρόνον, ἂν ὕδωρ μόνον λαμβάνωσιν, ἄχρι ἂν οὗ 99 πᾶν ἐξικμασθῇ τὸ τρέφειν καὶ προστίθεσθαι τῷ σώματι δυνάμενον.’


Διὰ τίν᾽ αἰτίαν τὸ φρεατιαῖον 100 ὕδωρ ἀρυσθέν, ἐὰν ἐν αὐτῷ τῷ τοῦ φρέατος ἀέρι νυκτερεύσῃ, ψυχρότερον γίγνεται.


Ψυχροπότῃ ξένῳ τρυφῶντι παρεσκεύασαν οἱ θεράποντες τοῦ ἐκ 101 φρέατος ὕδωρ ψυχρότερον ἀρυσάμενοι γὰρ ἀγγείῳ καὶ κρεμάσαντες τὸ ἀγγεῖον ἐν τῷ φρέατι τῆς πηγῆς 102 μὴ ἁπτόμενον 103 εἴασαν ἐπινυκτερεῦσαι, καὶ πρὸς τὸ δεῖπνον ἐκομίζετο τοῦ προσφάτου ψυχρότερον. ἦν δ᾽ ξένος φιλόλογος ἐπιεικῶς, καὶ τοῦτ᾽ ἔφη λαβεῖν ἐκ τῶν Ἀριστοτέλους 104; μετὰ λόγου κείμενον: εἶναι δὲ τοιόνδε τὸν λόγου. πᾶν ὕδωρ προθερμανθὲν ψύχεται μᾶλλον, ὥσπερ [p. 228] τὸ τοῖς βασιλεῦσι παρασκευαζόμενον ὅταν γὰρ ἑψηθῇ μέχρι ζέσεως, περισωρεύουσι τῷ ἀγγείῳ χιόνα πολλὴν καὶ γίγνεται ψυχρότερον ὥσπερ ἀμέλει καὶ τὰ ἡμέτερα σώματα λουσαμένων περιψύχεται μᾶλλον: γὰρ ὑπὸ τῆς θερμότητος ἄνεσις πολύπορον τὸ σῶμα καὶ 105 μανὸν ἀπειργασμένη πολὺν δέχεται τὸν ἔξωθεν ἀέρα καὶ βιαιοτέραν ποιεῖ τὴν μεταβολὴν ὅταν οὖν ὑποπλασθῇ ὑπὸ τῆς πηγῆς 106 107 τὸ ὕδωρ, ἐν τῷ ἀέρι, προθερμανθέν 108, περιψύχεται ταχέως.


τὸν μὲν οὖν ξένον ἐπῃνέσαμεν ὡς ἀνδρικῶς καταμνημονεύσαντα 109: περὶ δὲ τοῦ λόγου διηποροῦμεν. γὰρ ἀήρ, ἐν κρέμαται τὸ ἀγγεῖον, εἰ μὲν ψυχρός ἐστι, πῶς θερμαίνει τὸ ὕδωρ; εἰ δὲ θερμός, πῶς περιψύχει πάλιν; ἄλογον γὰρ ὑπὸ ταὐτοῦ ταὐτὸ 110 πάσχειν τἀναντία 111, μηδεμιᾶς διαφορᾶς γενομένης. σιωπῶντος δ᾽ αὐτοῦ καὶ διαποροῦντος, οὐδὲν ἔφην 112 δεῖν περὶ τοῦ ἀέρος διαπορεῖν γὰρ αἴσθησις λέγει ὅτι ψυχρός ἐστι, καὶ μάλιστά τῶν 113 ἐν βάθει φρεάτων ὥστ᾽ ἀμήχανον ὑπ᾽ ἀέρος ψυχροῦ θερμαίνεσθαι τὸ ὕδωρ: ἀλλὰ μᾶλλον ψυχρὸς οὗτος ἀὴρ τὴν μὲν πηγὴν διὰ πλῆθος οὐ δύναται μεταβάλλειν ἂν δέ τις ἀφαιρῇ κατ᾽ ὀλίγον, μᾶλλον κρατῶν 114 περιψύξει. [p. 229]


Διὰ τίν᾽ αἰτίαν οἱ χάλικες καὶ αἱ μολιβδίδες ἐμβαλλόμεναι ψυχρότερον τὸ ὕδωρ ποιοῦσιν.


ἀλλὰ μὴν περὶ τῶν χαλίκωνἔφην 115 τῶν ἀκμόνων 116, οὓς ἐμβάλλοντες εἰς τὸ ὕδωρ ψύχειν αὐτὸ καὶ στομοῦν δοκοῦσιν, εἰρημένον Ἀριστοτέλει 117 μνημονεύεις.’ ‘αὐτὸ τοῦτ᾽ἔφημόνον ἐν προβλήμασιν εἴρηκε τὸ γιγνόμενον: εἰς δὲ τὴν αἰτίαν ἐπιχειρήσομεν 118 ἡμεῖς: ἔστι γὰρ μάλιστα 119 δυσθεώρητος.’ ‘πάνυ μὲν οὖνἔφην 120καὶ θαυμάσαιμ᾽ ἄν, εἰ μὴ διαφύγοι λόγος ἡμᾶς: ὅρα δ᾽ ὅμως 121. πρῶτον οὐ 122 δοκεῖ σοι περιψύχεσθαι 123 μὲν ὑπὸ τοῦ ἀέρος τὸ ὕδωρ ἔξωθεν ἐμπίπτοντος 124, δ᾽ ἀὴρ μᾶλλον ἰσχύειν 125 πρὸς τοὺς λίθους καὶ τοὺς ἄκμονας 126 ἀπερειδόμενος; οὐ γὰρ ἐῶσιν αὐτόν, ὥσπερ τὰ χαλκᾶ 127 καὶ τὰ κεραμεᾶ 128 τῶν ἀγγείων, διεκπίπτειν, ἀλλὰ τῇ πυκνότητι στέγοντες ἀνακλῶσιν 129 εἰς τὸ ὕδωρ ἀπ᾽ αὐτῶν, ὥστε δι᾽ ὅλου καὶ 130 ἰσχυρὰν γίγνεσθαι 131 τὴν περίψυξιν. διὸ καὶ χειμῶνος οἱ ποταμοὶ ψυχρότεροι γίγνονται τῆς [p. 230] θαλάττης: ἰσχύει γὰρ ἐν αὐτοῖς ψυχρὸς ἀὴρ ἀνακλώμενος 132, ἐν δὲ τῇ θαλάττῃ διὰ βάθος ἐκλύεται πρὸς μηδὲν ἀντερείδων. κατ᾽ ἄλλον δὲ τρόπον εἰκός ἐστι τὰ λεπτότερα τῶν ὑδάτων περιψύχεσθαι μᾶλλον 133 ὑπὸ τοῦ ψυχροῦ: κρατεῖται γὰρ δι᾽ ἀσθένειαν. αἱ ἐάήἶκνι δ᾽ ἀκόναι καὶ οἱ χάλικες λεπτύνουσι τὸ ὕδωρ, τι θολερὸν καὶ γεῶδες ἀναμέμικται, τοῦτο συνάγοντες καὶ κατασπῶντες ἀπ᾽ αὐτοῦ, ὥστε λεπτότερον καὶ ἀσθενέστερον τὸ ὕδωρ γενόμενον μᾶλλον ὑπὸ περιψύξεως κρατεῖσθαι. καὶ μὴν τε μόλιβδος τῶν φύσει ψυχρῶν ἐστιν, ὅς γε τριβόμενος ὄξει τὸ ψυκτικώτατον τῶν θανασίμων φαρμάκων ἐξανίησι ψιμύθιον 134 οἵ τε χάλικες τῆ 135 πυκνότητι τὸ ψυχρὸν διὰ βάθους ποιοῦσι: πᾶς μὲν γὰρ λίθος κατεψυγμένης καὶ πεπιλημένης ὑπὸ κρύους γῆς πάγος ἐστί, μᾶλλον δ᾽ μᾶλλον πεπυκνωμένος: ὥστ᾽ οὐκ ἄτοπον, εἰ τὴν ψυχρότητα τοῦ ὕδατος ἀντερείδων συνεπιτείνει καὶ λίθος καὶ μόλιβδος.’


Διὰ τίν᾽ αἰτίαν ἀχύροις καὶ ἱματίοις τὴν χιόνα διαφυλάττουσι.


μικρὸν οὖν ξένος διαλιπώνοἱ ἐρῶντεςἔφημάλιστα μὲν αὐτοῖς τοῖς παιδικοῖς, εἰ δὲ μή, [p. 231] περὶ αὐτῶν ἐπιθυμοῦσι διαλέγεσθαι: τοῦτο 136 πέπονθα περὶ τῆς χιόνος. ἐπεὶ γὰρ οὐ πάρεστιν οὐδ᾽ ἔχομεν, ἐπιθυμοίην ἂν 137 μαθεῖν τίς αἰτία, δι᾽ ἣν ὑπὸ τῶν θερμοτάτων φυλάσσεται. καὶ γὰρ ἀχύροις σπαργανοῦντες αὐτὴν καὶ περιστέλλοντες ἱματίοις ἀγνάπτοις ἐπὶ πολὺν χρόνον ἄπταιστον διατηροῦσι. θαυμαστὸν οὖν, εἰ συνεκτικὰ τὰ θερμότατα τῶν ψυχροτάτων ἐστί.’


κομιδῇ γ᾽ ἔφην’ ‘εἴπερ ἀληθές ἐστιν: οὐκ ἔχει δ᾽ οὕτως, ἀλλ᾽ αὑτοὺς 138 παραλογιζόμεθα, θερμὸν εὐθὺς 139 εἶναι τὸ θερμαῖνον 140 ὑπολαμβάνοντες: καὶ ταῦθ᾽ ὁρῶντες ὅτι ταὐτὸν ἱμάτιον ἐν χειμῶνι θερμαίνειν ἐν δ᾽ ἡλίῳ ψύχειν γέγονεν 141: ὥσπερ τραγικὴ τροφὸς ἐκείνη τὰ τῆς Νιόβης τέκνα τιθηνεῖται
λεπτοσπαθήτων 142 χλανιδίων ἐρειπίοις
143 θάλπουσα καὶ ψύχουσα.
Γερμανοὶ μὲν οὖν κρύους πρόβλημα ποιοῦνται τὴν ἐσθῆτα μόνον, Αἰθίοπες δὲ θάλπους μόνον, ἡμεῖς δ᾽ ἀμφοῖν. ὥστε τί μᾶλλον, εἰ θάλπει, θερμὴν ἤπερ ψυχρὰν 144 ἀπὸ τοῦ περιψύχειν λεκτέον; εἰ δὲ δεῖ τῇ αἰσθήσει τεκμαίρεσθαι, μᾶλλον ἂν ψυχρὰ γένοιτο: καὶ γὰρ χιτὼν ψυχρὸς ἡμῖν προσπίπτει τὸ πρῶτον ἐνδυσαμένοις καὶ τὰ στρώματα κατακλινεῖσιν [p. 232] εἶτα μέντοι συναλεαίνει τῆς ἀφ᾽ 145 ἡμῶν πιμπλάμενα 146 θερμασίας, καὶ ἅμα μὲν περιστέλλοντα καὶ κατέχοντα τὸ θερμόν, ἅμα δ᾽ ἀπείργοντα τὸ κρύος καὶ τὸν ἔξωθεν 147 ἀέρα τοῦ σώματος. οἱ μὲν οὖν πυρέττοντες καυματιζόμενοι συνεχῶς 148 ἀλλάττουσι τὰ ἱμάτια τῷ 149 ψυχρὸν εἶναι τὸ ἐπιβαλλόμενον ἂν δ᾽ ἐπιβληθῇ, παραχρῆμα γίγνεται θερμὸν ὑπὸ τοῦ σώματος. ὥσπερ οὖν ἡμᾶς θερμαινόμενον θερμαίνει θοἰμάτιον 150, οὕτω τὴν χιόνα ψυχόμενον ἀντιπεριψύχει: ψύχεται δ᾽ ὑπ᾽ αὐτῆς ἀφιείσης 151 πνεῦμα λεπτόν: τοῦτο γὰρ συνέχει τὴν πῆξιν αὐτῆς ἐγκατακεκλεισμένον 152: ἀπελθόντος δὲ τοῦ πνεύματος, ὕδωρ οὖσα ῥεῖ καὶ διατήκεται, καὶ ἀπανθεῖ τὸ λευκὸν ὅπερ τοῦ πνεύματος πρὸς τὸ ὑγρὸν ἀνάμιξις ἀφρώδης; γενομένη παρεῖχεν ἅμα τ᾽ οὖν τὸ ψυχρὸν ἐγκατέχεται περιστεγόμενον τῷ ἱματίῳ, καὶ ἔξωθεν ἀὴρ ἀπειργόμενος οὐ τέμνει τὸν πάγον οὐδ᾽ ἀνίησιν. ἀγνάπτοις δὲ τούτοις 153 πρὸς τοῦτο διὰ τὴν τραχύτητα καὶ ξηρότητα τῆς κροκύδος οὐκ ἐώσης ἐπιπεσεῖν βαρὺ θοἰμάτιον 154 οὐδὲ συνθλῖψαι τὴν χαυνότητα τῆς χιόνος: ὥσπερ καὶ τὸ ἄχυρον διὰ κουφότητα μαλακῶς περιπῖπτον οὐ θρύπτει τὸν πάγον, ἄλλως δὲ πυκνόν ἐστι καὶ στεγανόν, ὥστε 155 καὶ τὴν 156 θερμότητα τοῦ ἀέρος ἀπείργειν καὶ τὴν ψυχρότητα [p. 233] κωλύειν ἀπιέναι τῆς χιόνος. ὅτι δ᾽ τοῦ πνεύματος διάκρισις ἐμποιεῖ τὴν τῆξιν, ἐμφανές ἐστι τῇ αἰσθήσει τηκομένη γὰρ χιὼν πνεῦμα ποιεῖ.’


Εἰ δεῖ τὸν οἶνον ἐνδιηθεῖν.


Νίγρος 157 πολίτης ἡμῶν 158 ἀπὸ σχολῆς ἀφῖκτο συγγεγονὼς ἐνδόξῳ φιλοσόφῳ χρόνον οὐ πολύν, ἀλλ᾽ ἐν ὅσῳ τὰ τάνδρὸς 159 οὐ καταλαμβάνοντες 160 ἀνεπίμπλαντο τῶν ἐπαχθῶν ἀπ᾽ αὐτοῦ μιμούμενοι 161 τὸ ἐπιτιμητικὸν καὶ ἐλέγχοντες 162 ἐπὶ παντὶ πράγματι τοὺς συνόντας. ἑστιῶντος οὖν ἡμῖἱς Ἀριστίωνος 163, τὴν τ᾽ ἄλλην χορηγίαν ὡς πολυτελῆ καὶ περίεργον ἐμέμφετο καὶ τὸν οἶνον οὐκ ἔφη δεῖν ἐγχεῖσθαι 164 διηθημένον 165, ἀλλ᾽, ὥσπερ Ἡσίοδος 166 ἐκέλευσεν, ἀπὸ τοῦ πίθου πίνεσθαι τὴν σύμφυτον ἔχοντα ῥώμην καὶ δύναμιν. ‘ δὲ τοιαύτη κάθαρσις αὐτοῦ πρῶτον μὲν ἐκτέμνει τὰ νεῦρα καὶ τὴν θερμότητα κατασβέννυσιν: ἐξανθεῖ γὰρ καὶ ἀποπνεῖ διερωμένου 167 πολλάκις: ἔπειτα περιεργίαν καὶ καλλωπισμὸν ἐμφαίνει [p. 234] καὶ τρυφὴν εἰς τὸ ἡδὺ καταναλίσκουσα τὸ χρήσιμον. ὥσπερ γὰρ τὸ τοὺς ἀλεκτρυόνας ἐκτεμεῖν 168 καὶ τοὺς χοίρους, ἁπαλὴν αὐτῶν παρὰ φύσιν τὴν σάρκα ποιοῦντας καὶ θήλειαν, οὐχ ὑγιαινόντων ἐστὶν ἀνθρώπων ἀλλὰ διεφθαρμένων ὑπὸ λιχνείας: οὕτως, εἰ δεῖ μεταφορᾷ χρησάμενον λέγειν 169, ἐξευνουχίζουσι 170 τὸν ἄκρατον καὶ ἀποθηλύνουσιν οἱ διηθοῦντες, οὔτε φορεῖν 171 ὑπ᾽ ἀσθενείας οὔτε πίνειν τὸν 172 μέτριον δυνάμενοι διὰ τὴν ἀκρασίαν: ἀλλὰ σόφισμα τοῦτ᾽ ἐστὶν αὐτοῖς καὶ μηχάνημα πολυποσίας ἐξαιροῦσι 173 δὲ τοῦ οἴνου τὸ ἐμβριθές, τὸ λεῖον 174 ἀπολιπόντες, ὥσπερ οἱ τοῖς ἀκρατῶς 175 ἔχουσι πρὸς ψυχροποσίαν ἀρρώστοις ἀφεψημένον διδόντες: τι γὰρ στόμωμα τοῦ οἴνου καὶ κράτος ἐστί, τοῦτ᾽ ἐν τῷ διυλίζειν ἐξαιροῦσι 176 καὶ ἀποκρίνουσι. μέγα δὲ 177 τεκμήριον διαφθορὰ καὶ 178 τὸ μὴ διαμένειν, ἀλλ᾽ ἐξίστασθαι καὶ μαραίνεσθαι, καθάπερ ἀπὸ ῥίζης κοπέντα τῆς τρυγός: οἱ δὲ παλαιοὶ καὶ τρύγα τὸν οἶνον 179 ἄντικρυς ἐκάλουν, ὥσπερ ψυχὴν καὶ κεφαλὴν τὸν ἄνθρωπον εἰώθαμεν ἀπὸ τῶν κυριωτάτων ὑποκορίζεσθαι, καὶ 180 τρυγᾶν λέγομεν τοὺς δρεπομένους τὴν ἀμπελίνην ὀπώραν, καὶ διατρύγιόν ‘’ που Ὅμηρος 181 εἴρηκεν, αὐτὸν δὲ τὸν οἶνοναἴθοπακαίἐρυθρὸνεἴωθε : καλεῖν: οὐχ ὡς [p. 235] Ἀριστίων ἡμῖν ὠχριῶντα καὶ χλωρὸν ὑπὸ τῆς πολλῆς καθάρσεως παρέχεται.’


καὶ Ἀριστίων γελάσαςοὐκ ὠχριῶντ᾽εἶπεν τᾶν, οὐδ᾽ ἀναίμον᾽ 182, ἀλλὰ μειλίχιον καὶ ἡμερίδην, ἀπὸ τῆς ὄψεως αὐτῆς πρῶτον. σὺ δ᾽ ἀξιοῖς τοῦ νυκτερινοῦ καὶ μελαναιγίδος ἐμφορεῖσθαι, καὶ ψέγεις τὴν κάθαρσιν ὥσπερ χολημεσίαν δι᾽ ἧς 183 τὸ βαρὺ καὶ μεθυστικὸν ἀφιεὶς 184 καὶ νοσῶδες ἐλαφρὸς καὶ ἄνευ ὀργῆς; ἀναμίγνυται ἡμῖν, οἷον Ὅμηρός φησι πίνειν τοὺς ἥρωας αἴθοπα γὰρ οὐ καλεῖ τὸν ζοφερόν, ἀλλὰ τὸν διαυγῆ καὶ λαμπρόν: οὐ γὰρ ἂν λέγων 185εὐήνορακαὶνώροπαχαλκὸναἴθοπαπροσηγόρευεν. ὥσπερ οὖν σοφὸς Ἀνάχαρσις ἄλλ᾽ ἄττα τῶν Ἑλλήνων μεμφόμενος ἐπῄνει τῶν ἀνθρακέων 186 ὅτι τὸν καπνὸν ἔξω καταλιπόντες οἴκαδε πῦρ κομίζουσιν: οὕτως ἡμᾶς ἐφ᾽ ἑτέροις ἂν ψέγοιτε μᾶλλον οἱ σοφοὶ ὑμεῖς. εἰ δὲ τοῦ οἴνου τὸ ταρακτικὸν καὶ ὀχλῶδες ἐξωθούμενοι καὶ ἀποσκεδάσαντες, αὐτὸν δ᾽ εὐφραίνοντες 187 οὐ καλλωπίσαντες οὐδ᾽ ὥσπερ σιδήρου στόμωμα καὶ ἀκμὴν ἀποκόψαντες, ἀλλὰ μᾶλλον ὥσπερ ἰὸν ῥύπον ἀποκαθήραντες 188 προσφερόμεθα, τί πλημμελοῦμεν; ὅτι νὴ Δία πλέον ἰσχύει μὴ διηθούμενος. καὶ γὰρ ἄνθρωπος, φίλε, φρενετίζων καὶ μαινόμενος: ἀλλ᾽ ὅταν ἐλλεβόρῳ χρησάμενος διαίτῃ καταστῇ, τὸ μὲν σφοδρὸν ἐκεῖνο καὶ [p. 236] σύντονον οἴχεται καὶ γέγονεν ἐξίτηλον, δ᾽ ἀληθινὴ δύναμις καὶ σωφροσύνη παραγίγνεται τῷ σώματι: οὕτω δὴ καὶ κάθαρσις τοῦ οἴνου τὸ πληκτικὸν ἀφαιροῦσα καὶ μανικόν, εἰς πραεῖαν ἕξιν καὶ ὑγιαίνουσαν καθίστησι. περιεργίαν δ᾽ οἶμαι πάμπολυ διαφέρειν καθαριότητος 189: καὶ γὰρ αἱ γυναῖκες φυκούμεναι καὶ μυριζόμεναι καὶ χρυσὸν φοροῦσαι καὶ πορφύραν περίεργοι δοκοῦσι: λουτρὸν δὲ καὶ ἄλειμμα καὶ κόμης θρύψιν 190 οὐδεὶς αἰτιᾶται. χαριέντως δὲ τὴν διαφορὰν ποιητὴς ἐπιδείκνυσιν ἐπὶ τῆς κοσμουμένης Ἥρας
ἀμβροσίῃ μὲν πρῶτον ἀπὸ χροὸς ἀθανάτοιο 191
192 λύματα πάντα κάθηρεν 193, ἀλείψατο δὲ λίπ᾽ ἐλαίῳ
μέχρι τούτων ἐπιμέλεια καὶ καθαριότης 194 ἐστιν: ὅταν δὲ τὰς χρυσᾶς περόνας ἀναλαμβάνῃ καὶ τὰ διηκριβωμένα τέχνῃ ἐλλόβια καὶ τελευτῶσα τῆς περὶ τὸν κεστὸν ἅπτηται γοητείας, περιεργία τὸ χρῆμα καὶ λαμυρία μὴ πρέπουσα γαμετῇ γέγονεν. οὐκοῦν καὶ τὸν οἶνον οἱ μὲν ἀλόαις χρωτίζοντες κινναμώμοις καὶ κρόκοις ἐφηδύνοντες ὥσπερ γυναῖκα καλλωπίζουσιν εἰς τὰ συμπόσια καὶ προαγωγεύουσιν οἱ δ᾽ ἀφαιροῦντες τὸ ῥυπαρὸν καὶ ἄχρηστον ἐξ αὐτοῦ θεραπεύουσι καὶ καθαίρουσιν. ἐπεὶ πάντ᾽ ἂν εἴποις ταῦτα περιεργίαν, ἀρξάμενος ἀπὸ τοῦ οἴκου: τί γὰρ οὕτω κεκονίαται; τί δ᾽ ἀνέῳγε τοῦ περιέχοντος ὅθεν ἂν μάλιστα πνεῦμα λαμβάνοι καθαρὸν καὶ [p. 237] τοῦ φωτὸς ἀπολαύοι περιιόντος 195 ἐπὶ τὰς δύσεις; τί δὲ τῶν ἐκπωμάτων ἕκαστον ἐκτέτριπται καὶ διέσμηκται πανταχόθεν ὥστε λάμπειν καὶ περιστίλβειν; τὸ μὲν ἔκπωμ᾽ ἔδει μὴ ῥύπου μηδὲ μοχθηρίας ὀδωδὸς εἶναι, τὸ δ᾽ ἐξ αὐτοῦ πινόμενον εὐρῶτος κηλίδων ἀναπεπλῆσθαι; καὶ τί δεῖ τἄλλα 196 λέγειν; γὰρ αὐτοῦ τοῦ πυροῦ διαπόνησις 197 εἰς τὸν ἄρτον οὐδὲν ἕτερον κάθαρσις οὖσα, θέασαι μεθ᾽ ὅσης γίγνεται πραγματείας: οὐ γὰρ μόνον ὑποσκαφισμοὶ καὶ διαττήσεις 198 καὶ ἀποκρίσεις 199 καὶ διακρίσεις εἰσὶ τῶν σιτίων καὶ τῶν ἀλλοτρίων 200, ἀλλ᾽ τρῖψις ἐκθλίβουσα τοῦ φυράματος τὸ τραχὺ καὶ πέψις ἐξικμάζουσα τὸ ὑγρὸν καθαίρουσι καὶ 201 συστέλλουσι τὴν ὕλην εἰς αὐτὸ τὸ ἐδώδιμον. τί οὖν ἄτοπον, εἰ καὶ τοῦ οἴνου τὸ τρυγῶδες ὡς κρίμνον σκύβαλον διήθησις ἐξαιρεῖ 202, μήτε δαπάνης τινὸς τῇ καθάρσει μήτ᾽ ἀσχολίας πολλῆς προσούσης;’


Τίς αἰτία βουλίμου.


θυσία τις ἔστι πάτριος, ἣν μὲν ἄρχων ἐπὶ τῆς κοινῆς ἑστίας δρᾷ τῶν δ᾽ ἄλλων ἕκαστος ἐπ᾽ [p. 238] οἴκου: καλεῖται δὲβουλίμου ἐξέλασις:’ καὶ τῶν οἰκετῶν ἕνα τύπτοντες ἀγνίναις ῥάβδοις διὰ θυρῶν ἐξελαύνουσιν, ἐπιλέγοντεςἔξω Βούλιμον ἔσω δὲ πλοῦτον καὶ ὑγίειαν 203ἄρχοντος οὖν ἐμοῦ, πλείονες ἐκοινώνουν τῆς θυσίας: κᾆθ᾽ ὡς ἐποιήσαμεν τὰ νενομισμένα καὶ πάλιν κατεκλίνημεν, ἐζητεῖτο πρῶτον ὑπὲρ αὐτοῦ τοῦ ὀνόματος ἔπειτα τῆς φωνῆς, ἣν ἐπιλέγουσι τῷ διωκομένῳ, μάλιστα δ᾽ ὑπὲρ τοῦ πάθους καὶ τῶν κατ᾽ αὐτὸ γιγνομένων. τὸ μὲν οὖν βούλιμον 204 λιμὸν 205 ἐδόκει μέγαν δημόσιον ἀποσημαίνειν, καὶ μάλιστα παρ᾽ ἡμῖν τοῖς Αἰολεῦσιν ἀντὶ τοῦ β τῷ π χρωμένοις: οὐ γὰρ βούλιμον, ἀλλὰ πούλιμον, οἷον πολὺν ὄντα λιμόν 206, ὀνομάζομεν. ἐδόκει δ᾽ βούβρωστις 207 ἕτερον 208 εἶναι: τὸ δὲ τεκμήριον ἐλαμβάνομεν ἐκ τῶν Μητροδώρου 209 Ἰωνικῶν: ἱστορεῖ γάρ, ὅτι Σμυρναῖοι τὸ παλαιὸν Αἰολεῖς ὄντες θύουσι Βουβρώστει ταῦρον μέλανα, καὶ κατακόψαντες αὐτόδορον ὁλοκαυτοῦσιν. ἐπεὶ δὲ πᾶς μὲν ἔοικεν λιμὸς νόσῳ, μάλιστα δ᾽ βούλιμος, ἐπιγίγνεσθαι, παθόντος παρὰ φύσιν τοῦ σώματος, εἰκότως ἀντιτάττουσιν ὡς μὲν ἐνδείᾳ τὸν πλοῦτον ὡς δὲ νόσῳ τὴν ὑγίειαν. ὡς δὲ ναυτιᾶν ὠνομάσθη μὲν ἐπὶ τῶν ἐν νηὶ καὶ κατὰ πλοῦν τὸν στόμαχον ἐκλυομένων, ἔθει δ᾽ ἴσχυκεν ἤδη καὶ κατὰ τῶν ὁπωσοῦν [p. 239] τοῦτο πασχόντων ὄνομα τοῦ πάθους εἶναι: οὕτως ἄρα καὶ τὸ βουλιμιᾶν ἐκεῖθεν ἀρξάμενον ἐνταῦθα διέτεινε. ταῦτα μὲν οὖν ἔρανον κοινὸν ἐκ πάντων συνεπλήρουν 210 λόγων 211.


ἐπειδὴ δ᾽ 212 ἡπτόμεθα τῆς αἰτίας τοῦ πάθους, πρῶτον μὲν ἠπορήθη τὸ μάλιστα 213 βουλιμιᾶν τοὺς διὰ χιόνος πολλῆς βαδίζοντας, ὥσπερ καὶ Βροῦτος ἐκ Δυρραχίου πρὸς Ἀπολλωνίαν ἰὼν 214 ἐκινδύνευσεν ὑπὸ τοῦ πάθους: ἦν δὲ νιφετὸς πολὺς καὶ τῶν τὰ σιτία κομιζόντων οὐδεὶς ἐξηκολούθει: λιποθυμοῦντος 215 οὖν αὐτοῦ καὶ ἀπολιπόντος 216, ἠναγκάσθησαν οἱ στρατιῶται προσδραμόντες τοῖς τείχεσιν ἄρτον αἰτῆσαι παρὰ τῶν τειχοφυλάκων πολεμίων 217: καὶ λαβόντες εὐθὺς ἀνεκτήσαντο τὸν Βροῦτον: διὸ καὶ φιλανθρώπως ἐχρήσατο πᾶσι κύριος τῆς πόλεως γενόμενος. πάσχουσι δὲ τοῦτο καὶ ἵπποι καὶ ὄνοι 218, καὶ μάλισθ᾽ ὅταν 219 ἰσχάδας 220 μῆλα κομίζωσιν. δὲ θαυμασιώτατόν ἐστιν, οὐκ ἀνθρώπους μόνον ἀλλὰ καὶ κτήνη μάλιστα πάντων ἐδωδίμων ἀναρρώννυσιν ἄρτος ὥστε, κἂν ἐλάχιστον ἐμφάγωσιν 221, ἰῶνται 222 καὶ βαδίζουσι. [p. 240]


γενομένης δὲ σιωπῆς, ἐγὼ συννοῶν ὅτι τὰ τῶν πρεσβυτέρων ἐπιχειρήματα τοὺς μὲν ἀργοὺς καὶ ἀφυεῖς οἷον ἀναπαύει καὶ ἀναπίμπλησι, τοῖς δὲ φιλοτίμοις καὶ φιλολόγοις ἀρχὴν ἐνδίδωσιν οἰκείαν καὶ τόλμαν ἐπὶ τὸ ζητεῖν καὶ ἀνιχνεύειν τὴν ἀλήθειαν, ἐμνήσθην τῶν Ἀριστοτελικῶν 223 ἐν οἷς λέγεται, ὅτι, πολλῆς περιψύξεως γενομένης ἔξωθεν, ἐκθερμαίνεται σφόδρα τὰ ἐντὸς καὶ πολὺ σύντηγμα ποιεῖ: τοῦτο δ᾽, ἐὰν μὲν ἐπὶ τὰ σκέλη ῥυῇ, κόπους ἀπεργάζεται καὶ βαρύτητας, ἐὰν δ᾽ ἐπὶ τὰς τῆς κινήσεως καὶ τῆς ἀναπνοῆς ἀρχάς, ἀψυχίαν καὶ 224 ἀσθένειαν. ὅπερ οὖν εἰκός, τοῦ λόγου λεχθέντος, ἐπεραίνετο, τῶν μὲν ἐπιφυομένων τῷ δόγματι τῶν δ᾽ ὑπερδικούντων.


Σώκλαρος δὲ τὴν ἀρχὴν ἔφη τοῦ λόγου κάλλιστα κεῖσθαι: περιψύχεσθαι γὰρ ἱκανῶς 225 καὶ πυκνοῦσθαι τὰ σώματα τῶν βαδιζόντων διὰ χιόνος: τὸ δὲ σύντηγμα τὴν θερμότητα ποιεῖν καὶ τοῦτο καταλαμβάνειν τὰς ἀρχὰς τῆς ἀναπνοῆς αἰτηματῶδες εἶναι μᾶλλον οὖν δοκεῖν αὐτῷ τὴν θερμότητα συστελλομένην καὶ πλεονάζουσαν ἐντὸς ἀναλίσκειν τὴν τροφήν, εἶτ᾽, ἐπιλειπούσης καὶ 226 αὐτὴν, ὥσπερ πῦρ 227 ἀπομαραίνεσθαι: διὸ πεινῶσι 228 σφόδρα καὶ βραχὺ παντελῶς ἐμφαγόντες εὐθὺς ἀναλάμπουσι: γίγνεται [p. 241] γὰρ ὥσπερ ὑπέκκαυμα 229 τῆς θερμότητος τὸ προσφερόμενον.


Κλεομένης δ᾽᾽ ἰατρὸς ἄλλως ἔφη τῷ 230 ὀνόματι τὸν λιμὸν συντετάχθαι δίχα τοῦ πράγματος, ὥσπερ τῷ καταπίνειν τὸ πίνειν καὶ τῷ 231 ἀνακύπτειν τὸ κύπτειν: οὐ γὰρ εἶναι λιμόν, ὥσπερ δοκεῖ, τὴν βουλιμίαν, ἀλλὰ πάθος ἐν τῷ 232 στομάχῳ διὰ συνδρομὴν θερμοῦ 233 λιποψυχίαν 234 ποιοῦν. ὥσπερ οὖν τὰ ὀσφραντὰ πρὸς τὰς λιποθυμίας 235 βοηθεῖν, καὶ τὸν ἄρτον 236 ἀναλαμβάνειν τοὺς 237 βουλιμιῶντας, οὐχ ὅτι τροφῆς ἐνδεεῖς εἰσι μικρὸν γοῦν παντάπασι λαβόντες 238 ἀναζωπυροῦσιν, ἀλλ᾽ ὅτι τὸ πνεῦμα καὶ τὴν δύναμιν ἀνακαλεῖται καταφερομένην. ὅτι δ᾽ ἔστι λιποθυμία καὶ οὐ πεῖνα, μηνύει τὸ τῶν ὑποζυγίων: τε γὰρ 239 τῶν ἰσχάδων ἀποφορὰ καὶ τῶν μήλων ἔνδειαν μὲν οὐ ποιεῖ, καρδιωγμὸν δέ τινα μᾶλλον καὶ νὴ Δί᾽ εἴλιγγον 240.


ἡμῖν δὲ καὶ ταῦτα μετρίως ἐδόκει λέγεσθαι, καὶ 241 ἀπὸ τῆς ἐναντίας ἀρχῆς δυνατὸν εἶναι, μὴ πύκνωσιν ἀλλ᾽ ἀραίωσιν ὑποθεμένοις, διασῶσαι τὸ πιθανόν: τὸ γὰρ ἀπορρέον πνεῦμα τῆς χιόνος ἐστὶ [p. 242] μὲν οἷον ἀθὴρ 242 τοῦ πάγου καὶ ψῆγμα λεπτομερέστατον, ἔχει δέ τι τομὸν καὶ διαιρετικὸν οὐ σαρκὸς μόνον ἀλλὰ καὶ ἀργυρῶν καὶ χαλκῶν ἀγγείων ὁρῶμεν γὰρ ταῦτα μὴ στέγοντα τὴν χιόνα: πνεομένη γὰρ ἀναλίσκεται καὶ τὴν ἐκτὸς ἐπιφάνειαν τοῦ ἀγγείου νοτίδος ἀναπίμπλησι λεπτῆς καὶ κρυσταλλοειδοῦς, ἣν ἀπολείπει τὸ πνεῦμα διὰ τῶν πόρων ἀδήλως ἀπερχόμενον τοῦτο δὴ τοῖς βαδίζουσι διὰ χιόνος ὀξὺ καὶ φλογοειδὲς προσπῖπτον ἐπικάειν δοκεῖ τὰ ἄκρα τῷ τέμνειν καὶ παρελθεῖν 243 τῇ σαρκί, καθάπερ πῦρ: ὅθεν 244 ἀραίωσις γίγνεται περὶ τὸ σῶμα πολλὴ καὶ ῥεῖ τὸ θερμὸν ἔξω διὰ 245 τὴν ψυχρότητα τοῦ πνεύματος, καὶ 246 περὶ τὴν ἐπιφάνειαν σβεννύμενον ἱδρῶτα δροσώδη διατμίζει καὶ λεπτόν, ὥστε τήκεσθαι καὶ ἀναλίσκεσθαι τὴν 247 δύναμιν. ἐὰν μὲν οὖν ἡσυχάζῃ τις, οὐ πολλὴ τοῦ σώματος ἀπέρχεται θερμότης: ὅταν δὲ τὴν μὲν τροφὴν τοῦ σώματος κίνησις εἰς τὸ θερμὸν ὀξέως μεταβάλλῃ τὸ δὲ θερμὸν ἔξω φέρηται, διακρινομένης τῆς σαρκός, ἀθρόαν ἀνάγκη τῆς δυνάμεως ἐπίλειψιν γενέσθαι. ὅτι δὲ τὸ ἐκψύχεσθαι οὐ πήγνυσι μόνον ἀλλὰ καὶ τήκει τὰ σώματα, δῆλόν ἐστιν ἐν μὲν γὰρ τοῖς μεγάλοις χειμῶσιν ἀκόναι μολίβδου διατηκόμεναι 248 τό τε 249 τῆς ἐφιδρώσεως 250 καὶ τὸ πολλοῖς μὴ πεινῶσι συμπίπτειν [p. 243] τὴν βουλιμίασιν ἀραίωσιν 251 κατηγορεῖ μᾶλλον καὶ ῥύσιν πύκνωσιν τοῦ σώματος. ἀραιοῦνται δὲ χειμῶνος μέν, ὥσπερ εἴρηται, τῇ λεπτότητι, ἄλλως δὲ τοῦ κόπου καὶ τῆς κινήσεως ἀποξυνούσης τὴν ἐν τῷ σώματι θερμότητα 252: λεπτὴ γὰρ γενομένη καὶ κοπιῶσα ῥεῖ πολλὴ καὶ διασπείρεται διὰ τοῦ σώματος. τὰ δὲ μῆλα καὶ τὰς ἰσχάδας εἰκὸς ἀποπνεῖν τι τοιοῦτον, ὥστε τῶν ὑποζυγίων τὸ θερμὸν ἀπολεπτύνειν καὶ κατακερματίζειν: ἄλλα γὰρ ἄλλοις ὥσπερ ἀναλαμβάνειν καὶ καταλύεσθαι πέφυκεν.


Διὰ τί ποιητὴς ἐπὶ μὲν τῶν ἄλλων ὑγρῶν τοῖς ἰδίοις ἐπιθέτοις χρῆται, μόνον δὲ τοὔλαιον 253 ὑγρὸν καλεῖ.


ἠπορήθη ποτὲ καὶ διὰ τί πολλῶν ὑγρῶν ὄντων τὰ μὲν ἄλλα τοῖς ἰδίοις ἐπιθέτοις ποιητὴς εἰώθει κοσμεῖν, τὸ γάλα τε λευκὸν καὶ τὸ μέλι χλωρὸν καὶ τὸν οἶνον ἐρυθρὸν καλῶν, τὸ δ᾽ ἔλαιον ἀπὸ 254 κοινοῦ τοῦ 255 πᾶσι συμβεβηκότος μόνον ἐπιεικῶς ὑγρὸν προσαγορεύει. εἰς τοῦτ᾽ ἐλέχθη, ὅτι ὡς 256 γλυκύτατόν ἐστι τὸ δι᾽ ὅλου γλυκύ, καὶ λευκότατον τὸ δι᾽ ὅλου λευκόν: δι᾽ ὅλου δὲ τοιοῦτόν ἐστιν, [p. 244] μηδὲν ἐμμέμικται τῆς ἐναντίας φύσεως: οὕτω δὴ 257 καὶ τὸ ὑγρὸν μάλιστα ῥητέον, οὗ μηθὲν μέρος ξηρόν ἐστι: τοῦτο δὲ τῷ ἐλαίῳ συμβέβηκε.


πρῶτον μὲν 258 λειότης αὐτοῦ τὴν ὁμαλότητα τῶν μορίων ἐπιδείκνυται: δι᾽ ὅλου γὰρ αὑτῷ συμπαθεῖ πρὸς τὴν ψαῦσιν 259. ἔπειτα τῇ ὄψει παρέχει καθαρώτατον ἐνοπτρίσασθαι: τραχὺ γὰρ οὐδέν ἐστιν ὥστε διασπᾶν τὴν ἀνταύγειαν, ἀλλ᾽ ἀπὸ παντὸς μέρους δι᾽ ὑγρότητα καὶ σμικρότατον 260 ἀνακλᾷ τὸ φῶς ἐπὶ τὴν ὄψιν: ὥσπερ αὖ τοὐναντίον, τὸ γάλα τῶν ὑγρῶν μόνον οὐκ ἐσοπτρίζει 261, πολλῆς ἀναμεμιγμένης αὐτῷ γεώδους συστάσεως 262. ἔτι δὲ κινούμενον, ἥκιστα ψοφεῖ ψἑἶζῖ τῶν ὑγρῶν: ὑγρὸν γάρ ἐστι δι᾽ ὅλου: τῶν δ᾽ 263 ἄλλων ἐν τῷ ῥεῖν καὶ φέρεσθαι τὰ σκληρὰ καὶ γεώδη μέρη 264 προσκρούσεις λαμβάνοντα καὶ πληγὰς ψοφεῖ διὰ τραχύτητα 265. καὶ μὴν μόνον ἄκρατητον διαμένει καὶ ἄμικτον: ἔστι γὰρ πυκνότατον οὐ γὰρ ἔχει μεταξὺ τῶν ξηρῶν καὶ γεωδῶν ἐν αὑτῷ μερῶν κενώματα καὶ πόρους, οἷς δέξεται τὸ παρεμπῖπτον ἀλλὰ 266 δι᾽ ὁμοιότητα 267 τῶν μερῶν εὐάρμοστόν 268 ἐστι καὶ συνεχές: ὅταν δ᾽ ἀφρίζῃ τοὔλαιον, οὐ δέχεται τὸ πνεῦμα διὰ λεπτότητα καὶ συνέχειαν. τοῦτο δ᾽ αἴτιον καὶ τοῦ τρέφεσθαι τὸ πῦρ ὑπ᾽ αὐτοῦ: τρέφεται μὲν γὰρ οὐδενὶ πλὴν ὑγρῷ, καὶ τοῦτο μόνον καυστόν ἐστιν: ἐκ γοῦν τῶν ξύλων μὲν ἀὴρ [p. 245] ἄπεισι καπνὸς γενόμενος, τὸ δὲ γεῶδες ἐκτεφρωθὲν ὑπολείπεται: μόνον δ᾽ ὑπὸ τοῦ πυρὸς τὸ νοτερὸν ἀναλοῦται: τούτῳ γὰρ τρέφεσθαι πέφυκεν. ὕδωρ μὲν οὖν καὶ οἶνος καὶ τὰ λοιπά, πολλοῦ μετέχοντα τοῦ θολεροῦ καὶ γεώδους, ἐμπίπτοντα τὴν φλόγα διασπᾷ καὶ τῇ τραχύτητι, καὶ τῷ βάρει θλίβει καὶ κατασβέννυσι: τὸ δ᾽ ἔλαιον, ὅτι μάλιστα εἰλικρινῶς ὑγρόν ἐστι, διὰ λεπτότητα μεταβάλλει καὶ κρατούμενον ἐκπυροῦται.


μέγιστον δ᾽ αὐτοῦ τῆς ὑγρότητος τεκμήριον 269 ἐπὶ πλεῖστον ἐξ ὀλιγίστου διανομὴ καὶ χύσις: οὔτε γὰρ μέλιτος οὔθ᾽ ὕδατος οὔτ᾽ ἄλλου τινὸς ὑγροῦ βραχὺς οὕτως ὀπὸς 270 ἐπίδοσιν λαμβάνει τοιαύτην 271, ἀλλ᾽ εὐθὺς ἐπιλείπων καταναλίσκεται 272 διὰ ξηρότητα. τὸ δ᾽ ἔλαιον, ὅλκιμον πανταχῆ καὶ μαλακόν 273, ἄγεται περὶ τὸ σῶμα χριομένοις καὶ συνεπιρρεῖ πορρωτάτω δι᾽ ὑγρότητα τῶν μερῶν μηκυνομένων, ὥστε καὶ παραμένειν δυσεξίτηλον. ὕδατι μὲν γὰρ 274 βρεχθὲν ἱμάτιον ἀποξηραίνεται ῥᾳδίως, ἐλαίου δὲ κηλῖδας οὐ τῆς τυχούσης ἐστὶ πραγματείας 275 ἐκκαθῆραι 276: μάλιστα γὰρ ἐνδύεται τῷ μάλιστα λεπτὸν καὶ ὑγρὸν εἶναι. καὶ γὰρ οἶνον κεκραμένον δυσχερέστερον ἐξαιροῦσι 277 τῶν ἱματίων, ὡς Ἀριστοτέλης 278 φησίν, ὅτι λεπτότερός 279 ἐστι καὶ μᾶλλον ἐνδύεται τοῖς πόροις. [p. 246]


Τίς αἰτία, δι᾽ ἣν ψαθυρὰ γίγνεται ταχὺ τὰ ἐκ συκῆς κρεμαννύμενα τῶν ἱερείων


Ἀριστίωνος εὐημέρει 280 παρὰ τοῖς δειπνοῦσι μάγειρος, ὡς τὰ τ᾽ ἄλλα χαριέντως ὀψοποιήσας καὶ τὸν ἄρτι 281 τῷ Ἡρακλεῖ τεθυμένον ἀλεκτρυόνα παραθεὶς ἁπαλὸν ὥσπερ χθιζόν, νεαρὸν ὄντα καὶ πρόσφατον. εἰπόντος; οὖν τοῦ Ἀριστίωνος, ὅτι τοῦτο γίγνεται ταχέως, εἰ σφαγεὶς εὐθὺς ἀπὸ τῆς συκῆς κρεμασθείη, τὴν αἰτίαν ἐζητοῦμεν. ὅτι μὲν δὴ πνεῦμα τῆς συκῆς ἄπεισιν ἰσχυρὸν καὶ σφοδρόν, τ᾽ ὄψις ἐκμαρτυρεῖ καὶ τὸ περὶ τῶν ταύρων λεγόμενον, ὡς ἄρα συκῇ προσδεθεὶς χαλεπώτατος, ἡσυχίαν ἄγει καὶ ψαύσεως ἀνέχεται, καὶ ὅλως ἀφίησι τὸν θυμὸν ὥσπερ ἀπομαραινόμενον 282. τὴν δὲ πλείστην αἰτίαν καὶ δύναμιν δριμύτης εἶχε: τὸ γὰρ φυτὸν ἁπάντων ὀπωδέστατον, ὥστε καὶ τὸ σῦκον αὐτὸ καὶ τὸ ξύλον καὶ τὸ θρῖον 283 ἀναπεπλῆσθαι: διὸ καόμενόν τε τῷ καπνῷ δάκνει μάλιστα καὶ κατακαυθέντος τέφρα ῥυπτικωτάτην παρέχει κόνιν 284: ταὐτὰ δὲ πάντα θερμότητος 285. καὶ τὴν 286 πῆξιν [p. 247] ἐμποιεῖν τῷ γάλακτι τὸν ὀπὸν οἴονταί τινες, οὐ 287 σκαληνίᾳ 288 σχημάτων περιπλέκοντα καὶ κολλῶντα τὰ μέρη τοῦ γάλακτος, ἐκθλιβομένων ἐπιπολῆς τῶν λείων καὶ περιφερῶν 289, ἀλλὰ καὶ ὑπὸ θερμότητος ἐκτήκοντα τοῦ ὑγροῦ τὸ ἀσύστατον καὶ 290 ὑδατῶδες. τεκμήριον 291 δὲ καὶ τὸ ἄχρηστον γλυκὺ εἶναι τὸν ὀπόν, ἀλλὰ πωμάτων φαυλότατον: οὐ γὰρ τὸ λεῖον ὑπὸ τῶν σκαληνῶν 292, ἀλλὰ τὸ ψυχρὸν ἔστη καὶ 293 ἄπεπτον ὑπὸ τῆς θερμότητος. καὶ πρὸς τοῦτο συνεργοῦσιν οἱ ἅλες: θερμοὶ γάρ εἰσι: πρὸς δὲ τὴν λεγομένην περιπλοκὴν καὶ σύνδεσιν ἀντιπράττουσι διάλυσιν διαλύειν γὰρ μάλιστα πεφύκασι. θερμὸν οὖν πνεῦμα καὶ δριμὺ καὶ τμητικὸν ἀφίησιν συκῆ: καὶ τοῦτο θρύπτει καὶ πεπαίνει τὴν σάρκα τοῦ ὄρνιθος. ταὐτὸ 294 δὲ πάσχει καὶ πυρῶν ἐντεθεὶς σιρῷ 295 καὶ νίτρῳ συνημμένος, ὑπὸ θερμότητος. ὅτι δ̓ πυρὸς ἔχει τι θερμόν, τεκμαίρονται τοῖς ἀμφορεῦσιν, ὧν ἐντιθεμένων εἰς σιρὸν 296 ἐξαναλίσκεται 297 ταχέως οἶνος.

[p. 248]

1 Turnebus: στρατιωτικῶν

2 ἀκαδημίᾳ

3 Ἰων Bergk. 2 p. 257

4 μεθ᾽ ἡμέραν *: μεθ᾽ ἡμέραν οὖν Incipit apodosis

5 τοῦτο] τούτου W. cf. p. 89 b

6 τῶν ποθέντων βρωθέντων Doehnerus: τῶν ποθούντων

7 Duebnerus: κνίσσαν

8 ἑστιᾶν W: εἰς αἰτίαν Ordo verborum esse vid. παρέχουσι τοῖς αὐτοῖς (i.e. τοῖς παροῦσι) ἑστιᾶν οὐχ ἧττον τοὺς ἀπολειφθέντας ἀκ. καὶ μεταλ.

9 R: γινόμενα

10 M: παιδείας

11 *: κατέλιπον

12 καὶ κατὰ: κατὰ cf. p. 662 c: οἰκείῳ καὶ κατὰ φύσιν 688f: τοῦ κατὰ φύσιν καὶ οἰκείου et passim

13 Psellus c. 87: ἐξ ὧν

14 μηδ᾽ *: μήτ᾽

15 ] mei

16 αὑτοῦ *: αὐτοῦ Coniung. cum ἥδιον et προθυμότερον

17 πρῶτον] πρῶτον M

18 τὴν τέφραν R

19 καὶ ὅμως δὲ ἵστησι mei

20 em. Madvigius: ἐξαίρειν

21 τὸ νοτερὸν διώκουσα καὶ τὸ δίυγρον Psellus

22 τινῶν] τινὶ Doehnerus

23 Duebnerus: ἐπικαταδαρθῶσι

24 καὶ ἅμα] malim ἅμα καὶ

25 παρέχουσι πάσχοντες Huttenus: παρασχόντες

26 ἐλάττω X

27 τὸ δὲ πεινῆν Turnebus

28 ποιεῖ idem

29 ἐπιστύφουσαι Iunius

30 em. Madvigius: ἐγκεχειρῆσθαι

31 καὶ τὸ] αὐτὸ mei

32 ἐλλεῖπον Emperius hic et infra

33 ὄμμα τῶν R: ὀμμάτων Cf. p. 738 c: καθάπερ φωτὶ τῆς περὶ αὐτὰ τυφλότητος, ubi genetivus est obiectivus

34 καὶ δεόντων Madvigius: καὶ δεη τῶν

35 em. Doehnerus: ἐγγεγενημένων

36 ῥιγοῦν μὲν Hirschigius

37 δὲ X

38 τῆς M: τῇ

39 ὅμοια] add. τοῖς ζῴοις τὰ φυτὰ idem

40 γὰρ] del. Salmasius

41 ποτίζομεν καὶ ψύχομεν Madvigius

42 αὐτὰ] αὖ R. Malim αὖ ταῦτα

43 πόλλ᾽ ἄττα scripsi cum Doehnero: πολλοστὰ

44 παρ᾽ ἡμῖν R

45 ἐν] σὺν W

46 idem: μετρίως

47 ib. malim ὡς ἂν ἀεὶ - ἔχῃ

48 Ἐμπεδοκλῆς] om. Mullach.

49 κνησμὸν Emperius

50 ib. M: κατάθιξιν

51 Doehnerus: πρέποντα

52 δὲ τῶν M: τῶν

53 διαφέρει mei

54 R: εἰσθλιβομένων

55 διὰ τῆς Doehnerus: τῆς

56 Doehnerus *: τὸ ἀλλότριον

57 ἁπλῶς τοῦ M: ἀπλήστου

58 R: ἐφίσταται

59 δίψαν mei

60 Basileensis: ὑπονοστεῖν

61 Turnebus: ἴδιον

62 τὸ νοτερὸν Basileensis: τὸν ἕτερον

63 em. Duebnerus: δυσαναβλαστοῦντος

64 τὰ φυτὰ X (E): αὐτὰ

65 ἐγγεγένηται?

66 περὶ πόρους *: περὶ πόρου πόρων

67 ἄλλας Doehnerus: ἀλλὰ

68 πάθος *: πλῆθος cf. p. 687 e

69 τόπων] πόκων?

70 τὸ] τι?

71 M: στέργουσι

72 in lemmate corr. τοῖς διψῶσι δὲ, ἐὰν φάγ. τὸ δίψος ἐπιτείνεται Herwerdenus

73 τὴν W

74 ἀναπληρώσεις] add. ποιεῖν, διὰ τό τοῖς μὲν πεινῶσιν ἐὰν πίωσιν, παύεται πεῖνα ἐν τῷ παραυτίκα κἑ Madvigius

75 lac. 2-3 litt. addidi ex Vd

76 τοὐναντίον Emperius: ἐναντίον

77 δὲ] δὴ W

78 ib. διαφόρους *

79 ib. Turnebus: ἐπιτιθέμενοι

80 τἄλλα *: πολλὰ

81 ἔχει: ὧν Duebnerus: ἐχόντων

82 οἱ δὲ στενώτεροι R

83 τὸ μὲν ποτὸν] μόνον τὸ ποτὸν W. Fort. τὸ ποτὸν μόνον οὐχὶ δὲ καὶ τὸ σιτίον

84 παραδέχονται] add. τὸ δὲ σιτίον οὐ παραδέχονται Madvigius

85 ἐὰν ἐμφάγωσιν, οἱ μὲν διψῶντες οὐ βοηθοῦνται Doehnerus; malim οἱ μὲν διψῶντες ἐὰν φάγωσιν οὐ βοηθοῦνται

86 πίασιν?

87 Basileensis: ποιήσας Malim ἂν ποιήσειει

88 τό γε μὴ] fort. τὸ δὲ (aut τό τε) μὴ

89 X: ταῦτα

90 ὥσπερ ἀστείοις mei

91 ἀπὸ τοῦ mei

92 τὴν R

93 τὴν Basileensis: μὲν

94 εἴ τι R

95 ἄμμον *: μᾶλλον

96 πάθους] πλήθους R

97 συντόμως idem

98 χαλᾶσθαι Psellus

99 οὗ] οὐ mei

100 in lemmate φρεατιαῖον scripsi pro φρεατίδιον

101 τοῦ ἐκ R: ἐκ τοῦ

102 πηγῆς Leonicus: γῆς

103 μὴ ἁπτόμενον idem: μαλαττόμενον vel μαλαπτόμενον unde malim μὴ μάλ᾽ ἁπτόμενον

104 Ἀριστοτέλους] Fragm. 216

105 τὰ σώματα καὶ mei

106 πηγῆς] πληγῆς mei

107 ὑποπλασθῇ ὑπὸ τῆς πηγῆς] fort. ἀποσπασθῇ τῆς πηγῆς cf. p. 949 d

108 ἐν τῷ ἀέρι, προθερμανθέν κἑ] vid. p. 949e

109 καταμνημονεύσαντα R: καὶ μνημονεύσαντα

110 *: τοῦ αὐτοῦ τὸ αὐτὸ

111 *: τὰ ἐναντία

112 ἔφην Turnebus: ἔφη

113 τῶν] τῶν R

114 ἐρατῶν mei

115 ] mei

116 τῶν ἀκονῶν S

117 Ἀριστοτέλει Fragm. 213

118 ἐπιχειρήσωμεν S

119 μάλιστα] ἐν τοῖς μάλιστα Psellus

120 ἔφην Basileensis: ἔφη

121 ὅρα δὲ ὅμως W: ὅρᾶτε ὅλως

122 οὖν οὐ?

123 R: προψύχεσθαι

124 Anonymus: ἐκπίπτοντος

125 ib. W: ἰσχύει

126 τοὺς ἄκμονας] τὰς μολιβδίδας Psellus. τὰς ἀκόνας S

127 *: χάλκεα

128 κεράμεα mei

129 ἀνακλῶσιν Doehnerus ex Psello: ἀναλοῦσιν

130 καὶ] prius om. Psellus

131 γίνεσθαι idem: γενέσθαι

132 Doehnerus ex Psello: ἀναλώμενος

133 μᾶλλον Basileensis: μᾶλλον

134 *: ψιμίθιον

135 ib. τῇ Psellus

136 τοῦτο Basileensis: τούτοις codd. τούτοις ταὐτὸ Doehnerus. τοῦτ᾽ ἐγὼ?

137 ἐπιθυμοίην ἂν *: ἐπιθυμίαν

138 αὐτοὺς mei

139 εὐθὺ iidem

140 τὸ θερμαῖνον Basileensis: τὸ θερμαίνει Malim γ᾽ θερμαίνει

141 γέγονεν Duebnerus: λέγομεν

142 em. S: λεπτὸς πάθη τῶν

143 Nauck. p. 839

144 περίψυχρον Doehnerus

145 ἀφ᾽ Psellus: ὑφ᾽

146 ἐμπιπλάμενα idem

147 ἔξωθεν Benselerus: ἐξω

148 συχνῶς Doehnerus

149 τῷ] τὸ mei

150 *: τὸ ἱμάτιον

151 Psellus: ἀφείσης

152 idem: ἐγκατακείμενον

153 τούτοις] add. χρῶνται W. Fort. add. περιστέλλουσι

154 *: τὸ ἱμάτιον

155 ὥστε] ὥσπερ mei

156 τὴν Leonicus

157 X: νίκρος

158 ἡμῶν] fort. add. μετ᾽ ἄλλων aut μετὰ τῶν ἑταίρων

159 *: τοῦ ἀνδρὸς

160 em. R: καταλαμβάνοντος

161 Basileensis: μιμουμένου

162 eadem: λέγοντος vel ψέγοντος

163 X: ἀρίστωνος

164 Turnebus: ἐλέγχεσθαι

165 Doehnerus: ἠθημένον

166 Ἡσίοδος] cf. OD 368

167 idem: διεωρωμένου

168 ἐκτέμνειν?

169 λέγειν] ἔχειν mei. ἐλέγχειν Turnebus

170 ib. Leonicus: ἐξονυχίζουσι

171 φορεῖν] φρονεῖν mei. add. τὸν ἂκρατον R

172 τὸν] malim αὐτὸν cum Doehnero

173 Duebnerus: ἐξαίρουσι

174 τὸ λεῖον τέλειον mei

175 em. W: ἀκράτως

176 Duebnerus: ἐξαίρουσι

177 δὲ] om. mei

178 διαφθορὰ καὶ] malim cum R νὴ Δία φθορᾶς

179 τὸν νέον οἶνον Doehnerus

180 καὶ] ἣν καὶ idem

181 Ὁμηρος] ω 342

182 R: ἀναίμονα

183 δι᾽ ἧς M: εἰς

184 ἀφιει mei

185 λέγων] φλέγων codd.

186 τῶν ἀνθρακέων R: τὴν ἀνθρακιὰν

187 εὐφραίνοντες] φαιδρύναντες W. ἐφηδύναντες? Vid. Symb.

188 *: ἀποκαθάραντες

189 R: καθαρότητος

190 ῥύψιν Doehnerus

191 ἀθανάτοιο] ἱμερόεντος Homerus

192 Hom. Ξ 170

193 idem: