‘ ἀλειπτικοὺς δὲ καὶ κυνηγετικοὺς καὶ γεωργικοὺς συνάγω 1. τῶν γὰρ ὁμοιοτήτων ἡ μὲν μάχιμος ὥσπερ ἀλεκτρυόνων, ἡ δ᾽ ἐπιεικὴς ὥσπερ ἡ τῶν κολοιῶν. [p. 20] συνάγω δὲ καὶ ποτικοὺς εἰς ταὐτὸ καὶ ἐρωτικούς, οὐ μόνον ‘ὅσοις ἔρωτος δῆγμα 2 παιδικῶν 3 πρόσεστιν’ ὥς φησι Σοφοκλῆς, ἀλλὰ καὶ τοὺς ἐπὶ γυναιξὶ καὶ τοὺς ἐπὶ παρθένοις δακνομένους: τῷ γὰρ αὐτῷ θαλπόμενοι πυρὶ μᾶλλον ἀλλήλων ἀντιλήψονται, καθάπερ ὁ κολλώμενος σίδηρος, ἂν μὴ νὴ Δία ταὐτοῦ 4 τύχωσιν ἢ τῆς αὐτῆς ἐρῶντες.’
Διὰ τί τῶν τόπων ὁ καλούμενος ὑπατικὸς ἔσχε τιμήν.
ἐκ 5 τούτου περὶ τῶν τόπων ἐνέπεσε ζήτησις. ἄλλοι 6 γὰρ ἄλλοις ἔντιμοι, Πέρσαις μὲν ὁ μεσαίτατος