Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ οἰκείως ἔχειν καὶ φιλικῶς πρὸς ἅπαντας ὕπουλον δὲ μηδενὶ μηδ᾽ ἀπεχθῆ τῶν ἑστιωμένων εἶναι, παντί που δῆλον οὔτε γὰρ ἐπιτάττων ἀνεκτὸς οὔτ᾽ ἀπονέμων ἴσος οὔτε προσπαίζων ὅμως 1 ἀνέγκλητος ἔσται. τοιοῦτον’ ἔφη 2 ‘σοι, Θέων, ἐγὼ τὸν ἄρχοντα συμποσίου πλάσας ὥσπερ ἐκ κηροῦ τοῦ λόγου παραδίδωμι.’
καὶ ὁ Θέων ‘ἀλλὰ δέχομαι μέν’ εἶπεν ‘οὕτω μᾶλλον 3 ἀπειργασμένον τὸν ἄνδρα καὶ συμποτικόν: [p. 26] εἰ δὲ χρήσομαι κατὰ πᾶν αὐτῷ 4 καὶ μὴ καταισχυνῶ 5 τοὔργον, οὐκ οἶδα: κοσμιώτατον δέ μοι δοκεῖ τοιοῦτος ὢν τὸ συμπόσιον διαφυλάξειν ἡμῖν καὶ μὴ περιόψεσθαι 6 νῦν μὲν ἐκκλησίαν δημοκρατικὴν νῦν δὲ σχολὴν σοφιστοῦ γενομένην 7 αὖθις δὲ κυβευτήριον, εἶτά που ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.