‘
κακῶν γὰρ ἄρχεις 1 τήνδε μοῦσαν εἰσάγων:2 καὶ πρὸς Ἀθηνόδωρον τὸν φιλόσοφον, ‘εἰ φυσικὴ 3 ἡ πρὸς τὰ ἔκγονα 4 φιλοστοργία’ ἡ γὰρ ἀκαιρία καὶ 5 τὸ μὴ πρὸς 6 λόγον ὕβριν ἐμφαίνει καὶ δυσμένειαν. οὗτοι μὲν οὖν κατὰ Πλάτωνα 7 κουφοτάτου πράγματος, λόγων, βαρυτάτην ζημίαν ἔτισαν: οἱ δὲ τὸν [p. 66] καιρὸν εἰδότες καὶ φυλάττοντες αὐτῷ τῷ Πλάτωνι 8 μαρτυροῦσιν, ὅτι τοῦ πεπαιδευμένου καλῶς ἔργον ἐστὶ τὸ παίζειν ἐμμελῶς καὶ κεχαρισμένως. ’