Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ ᾠοῦ τὴν ἀλεκτορίδα, τῆς δ᾽ ἀλεκτορίδος τὸ ᾠὸν εἶναι καὶ τὸ σπέρμα τοῦ ἀνθρώπου λέγομεν, ὡς τούτων ἐπιγιγνομένων ἐκείνοις καὶ τὴν γένεσιν ἐν [p. 72] ἐκείνοις λαμβανόντων εἶθ᾽ ὥσπερ ὄφλημα τῇ φύσει τὴν γένεσιν ἀποδιδόντων. ἐνδεᾶ γάρ ἐστι, τοῦ οἰκείου: διὸ καὶ βούλεσθαι ποιεῖν πέφυκεν ἄλλο τοιοῦτον, οἷον ἦν ἐξ οὗ ἀπεκρίθη. καὶ τὸν σπερματικὸν λόγον ὁρίζονται γόνον ἐνδεᾶ γενέσεως: ἐνδεὲς δ᾽ οὐδέν ἐστι τοῦ μὴ γενομένου μηδ᾽ ὄντος: τὰ δ᾽ ᾠὰ καὶ παντάπασι βλέπεται τὴν φύσιν ἔχοντα τῆς ἔν τινι ζῴῳ πήξεως καὶ συστάσεως ὀργάνων ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.