Click on a word to bring up parses, dictionary entries, and frequency statistics
δεδεγμέναι καὶ συκαῖ μορεῶν 1 ἐμβολάδας, ἄλλαι τε μίξεις φυτῶν κεκρατημένων ἄχρι καρπογονίας. οἱ μὲν οὖν ἄλλοι πρὸς τὸν Σώκλαρον ἔπαιζον, ὡς τῶν ποιητικῶν σφιγγῶν καὶ χιμαιρῶν τερατωδέστερα γένη καὶ θρέμματα βόσκοντα: Κράτων δὲ προὔβαλεν ἡμῖν διαπορῆσαι περὶ τῆς αἰτίας, δι᾽ ἣν μόνα τῶν φυτῶν τὰ, ἐλαιώδη δέχεσθαι τὰς τοιαύτας ἐπιμιξίας οὐ πέφυκεν: οὔτε γὰρ κῶνον οὔτε κυπάριττον ἢ πίτυν ἢ πεύκην ἐκτρέφουσάν τι τῶν ἑτερογενῶν ὁρᾶσθαι.
ὑπολαβὼν δὲ Φίλων ἔφη ‘λόγος τις ἔστιν, ὧ Κράτων, παρὰ τοῖς σοφοῖς, βεβαιούμενος ὑπὸ τῶν γεωργικῶν. τὸ γὰρ ἔλαιον εἶναί φασι τοῖς φυτοῖς πολέμιον καὶ τάχιστ᾽ ἂν ἀπολέσθαι φυτὸν ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.