Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ ἢ λέγειν, ὥσπερ εἴωθας ἑκάστοτε πρὸς ἡμᾶς, ὅσας [p. 98] ἔχουσιν οἱ ἄνθινοι στέφανοι πρὸς τὸ πίνειν βοηθείας.’ ὑπολαβὼν δ᾽ ὁ Ἐράτων ‘οὕτω γάρ’ εἶπε ‘δέδοκται μηδεμίαν ἡδονὴν ἀσύμβολον δέχεσθαι, ἀλλ᾽ εὐφραινομένους δυσκολαίνειν, ἂν μὴ μετά τινος μισθοῦ τοῦτο πάσχωμεν ἢ τὸ μὲν μύρον εἰκότως ὑποδυσωπούμεθα καὶ τὴν πορφύραν διὰ τὴν ἐπίθετον πολυτέλειαν ὡς δολερὰ εἵματα καὶ χρίματα 1 κατὰ τὴν τοῦ βαρβάρου φωνήν, αἱ δ᾽ αὐτοφυεῖς χρόαι καὶ ὀσμαὶ τὸ 2 ἀφελὲς ἔχουσι καὶ καθαρὸν καὶ οὐδὲν ὀπώρας διαφέρουσι; μὴ γὰρ εὔηθες ᾖ τοὺς μὲν χυμοὺς δρέπεσθαι καὶ ἀπολαύειν τῆς ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.