Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τοὺς γὰρ ἄθρουν καὶ ἀπνευστὶ πίνοντας, ὅπερ ‘ἀμυστίζειν’ ὠνόμασαν οἱ παλαιοί, φησὶν ἥκιστα περιπίπτειν μέθαις: οὐ γὰρ ἐνδιατρίβειν τὸν ἄκρατον αὐτοῖς 1, ἀλλ᾽ ἐξωθούμενον ῥύμῃ 2 διαπορεύεσθαι διὰ τοῦ σώματος. ἐπιεικῶς δὲ τὰς γυναῖκας ὁρῶμεν οὕτω πινούσας. εἰκὸς δ᾽ αὐτῶν καὶ τὸ σῶμα, διὰ τὸν ἐνδελεχῆ τῶν ὑγρῶν κατασπασμὸν ἐπὶ τὰς ἀποκαθάρσεις 3 πολύπορον γεγονέναι καὶ τετμῆσθαι καθάπερ ἀνδήροις καὶ ὀχετοῖς: εἰς οὓς ἐμπίπτοντα τὸν ἄκρατον ὑπάγειν ταχέως καὶ μὴ προσίστασθαι τοῖς κυρίοις μέρεσιν, ὧν διαταραττομένων συμβαίνει τὸ μεθύειν. οἱ δὲ γέροντες ὅτι
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.