Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ καὶ τροφὴν παρέχειν τῷ ἀπὸ τοῦ ἄρρενος. ἔπειτα λήγουσι τίκτουσαι πολὺ πρότερον ἢ γεννῶντες οἱ ἄνδρες. κάονται δὲ βέλτιον ὑπὸ πιμελῆς, ὃ δοκεῖ ψυχρότερον 1 εἶναι τοῦ σώματος: ἥκιστα γοῦν οἱ νέοι: καὶ γυμναστικοὶ πιμελώδεις. ἡ δ᾽ ἔμμηνος 2 κάθαρσις οὐ πλήθους ἀλλὰ διαφθορᾶς καὶ φαυλότητὸς ἐστιν αἵματος: τὸ γὰρ ἄπεπτον αὐτοῦ καὶ περιττωματικὸν οὐκ ἔχον ἵδρυσιν οὐδὲ σύστασιν ἐν τῷ σώματι δι᾽ ἀσθένειαν ἐκπίπτει , παντάπασιν ἀμβλὺ καὶ θολερὸν ἀρρωστίᾳ τοῦ θερμοῦ γιγνόμενον. ’
1 ψυχρότατον R
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.