Διὰ τί τῶν ἀκροθωράκων λεγομένων οἱ σφόδρα μεθύοντες ἧττον παρακινητικοὶ εἰσιν.
‘οὐκοῦν’ εἶπεν ὁ πατήρ ‘ἐπεὶ παρακεκινήκαμεν τὸν Ἀριστοτέλη, καὶ περὶ τῶν ἀκροθωράκων τι καλουμένων ἴδιον ἐπιχειρήσομεν εἰπεῖν: οὐ γὰρ [p. 128] ἱκανῶς μοι δοκεῖ, καίπερ ὀξύτατος ὢν ἐν τοῖς τοιούτοις ζητήμασι, διηκριβωκέναι τὴν αἰτίαν. φησὶ γὰρ οἶμαι τοῦ μὲν νήφοντος εὖ καὶ κατὰ 1 τὰ ὄντα κρίνειν τὸν λογισμόν, τοῦ δ᾽ ἄγαν μεθύοντος ἐκλελυμένην κατέχεσθαι τὴν αἴσθησιν, τοῦ δ᾽ ἀκροθώρακος ἔτι μὲν ἰσχύειν τὸ φανταστικὸν ἢδη δὲ τεταράχθαι τὸ λογιστικόν: διὸ καὶ κρίνειν καὶ κακῶς ’