‘ διὰ πέντε καὶ διὰ τριῶν καὶ διὰ τεσσάρων, οὕτω μὲν λέγοντες καὶ ᾁδοντες
ἢ πέντε 1 πίνειν ἢ τρί᾽ 2 ἢ μὴ τέσσαρα.πέντε γὰρ ... 3 ἐν ἡμιολίῳ λόγῳ, τριῶν ὕδατος κεραννυμένων 4 πρὸς δύ᾽ οἴνου: τρία δ᾽ 5 ἐν διπλασίῳ πρὸς ἕνα μιγνυμένων 6 δυεῖν: τέσσαρα δ᾽, εἰς ἕνα τριῶν ὕδατος ἐπιχεομένων, οὗτός ἐστιν ἐπίτριτος [p. 131] λόγος, ἀρχόντων τινῶν 7 ἐν πρυτανείῳ νοῦν ἐχόντων ἢ διαλεκτικῶν τὰς ὀφρῦς ἀνεσπακότων, ὅταν τὰς μεταπτώσεις τῶν λόγων ἀνασκοπῶσι 8, νηφάλιος καὶ ἀδρανὴς κρᾶσις 9. ἐκείνων δὲ τῶν ἄλλων 10 ἡ μὲν δυεῖν πρὸς ἕνα τὸν ταρακτικὸν τοῦτον καὶ ἀκροθώρακα τῆς μέθης ἐπάγει τόνον ’