Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τὸν ἥλιον μᾶλλον τὰ κρέα σήπειν θερμότερον ὄντα τῆς σελήνης. ὁ δὲ Σάτυρος ‘οὐ τοῦτ᾽’ ἔφη ‘μάλιστα θαυμάσειεν ἄν τις, ἀλλὰ μᾶλλον τὸ ὑπὸ τῶν κυνηγῶν γιγνόμενον: ὅταν γὰρ ἢ σῦν ἢ ἔλαφον καταβαλόντες πόρρωθεν εἰς πόλιν ἀποστέλλωσι, χαλκοῦν ἐμπηγνύουσιν ἧλον ὡς βοηθοῦντα πρὸς τὴν σῆψιν.’
ὡς οὖν ἐπαυσάμεθα δειπνοῦντες, καὶ πάλιν ὁ Εὐθύδημος ἐπιμνησθεὶς τοῦ διαπορηθέντος ‘Μοσχίων’ ἔφη ‘φησὶν ὁ 1 ἰατρὸς τὴν σῆψιν τῆξιν καὶ [p. 133] ῥύσιν σαρκὸς εἰς ὑγρὸν φθορᾷ 2 μεταβαλούσης, καὶ ὅλως ὑγραίνεσθαι τὰ σηπόμενα: θερμασίαν δὲ πᾶσαν, ἂν μὲν ᾖ μαλακὴ καὶ πραεῖα, κινεῖν τὰ ὑγρὰ καὶ κωλύειν 3: ἂν δ᾽ πυρώδης, τοὐναντίον ἀπισχναίνειν ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.