Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τοῖς ὕπνοις ἐξανεῖται, καὶ μανὸν 1 καὶ ἀνώμαλον 2 καὶ ἄτονον καὶ διακεχυμένον, καὶ πόρους ἔσχηκε πολλούς, τοῦ πνεύματος ἐνδιδόντος; καὶ ἀπολείποντος, δι᾽ ὧν φωναί τε καὶ ὀσμαὶ διεκθέουσι μηδεμίαν αἴσθησιν ἑαυτῶν παρέχουσαι. τὸ γὰρ ἀντερεῖδον καὶ τῷ ἀντερείδειν πάσχον οὐκ ἀπαντᾷ τοῖς προσφερομένοις, ἣκιστα δὲ τοῖς ὑπὸ λεπτότητος καὶ ὠκύτητος τοιαύτης ὥσπερ ὁ κεραυνὸς διιπταμένοις 3. τὰ μὲν γὰρ ἧττον ἰσχυρὰ δυσπαθείαις ἡ φύσις ἀμύνεται, σκληρότητας προβαλλομένη καὶ πυκνότητας: ὧν δ᾽ ἄμαχος ἡ δύναμίς ἐστιν, ὑπὸ τούτων ἧττον ἀδικεῖται τὰ εἴκοντα τῶν ἀνθισταμένων. ‘πρόσλαβε 4 δὲ τούτοις’ ἔφην ‘οὔτι μικρὰν 5 ἔκπληξιν πρὸς τὰ τοιαῦτα καὶ φόβον καὶ τάρβος, ὑφ᾽ ὧν πολλοὶ μηδὲν ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.