‘ ἄλλο παθόντες αὐτῷ τῷ δεῖσαι ἀποθανεῖν 1 ἀπέθανον. καὶ γὰρ τὰ θρέμματα διδάσκουσι βροντῆς γενομένης οἱ ποιμένες εἰς ταὐτὸ συνθεῖν καὶ [p. 157] συννεύειν: τὰ γὰρ σποράδην ἀπολειφθέντα διὰ τὸν φόβον ἐκτιτρώσκει. καὶ μυρίους ἤδη τεθνηκότας ἰδεῖν ἔστιν ὑπὸ βροντῆς, οὐδὲν οὔτε πληγῆς; ἴχνος οὔτε καύσεως ἔχοντας, ἀλλ᾽ ὑπὸ φόβου τῆς ψυχῆς ὡς ἔοικεν ὄρνιθος δίκην ἀποπταμένης τοῦ σώματος
‘πολλοὺς γάρ’ ὡς ὁ Εὐριπίδης φησὶ ‘βροντῆς πνεῦμ᾽ 2 ἄναιμον ὤλεσε’’