‘
καί μιν Ἀλητιάδαι 1, πουλὺ γεγειότερονἔτι δ᾽ οἶμαι Προκλέους 3 ἐντετυχηκέναι γραφῇ, περὶ τῶν Ἰσθμίων ἱστοροῦντος, ὅτι τὸν πρῶτον ἀγῶνα ἔθεσαν περὶ στεφάνου πιτυΐνου: ὕστερον δέ, τοῦ ἀγῶνος ἱεροῦ γενομένου, ἐκ τῆς Νεμεακῆς πανηγύρεως; μετήνεγκαν ἐνταῦθα τὸν τοῦ σελίνου [p. 190] στέφανον. ὁ δὲ Προκλῆς οὗτος ἦν εἷς τῶν ἐν Ἀκαδημείᾳ 4 ’
τοῦδε παρ᾽ Αἰγαίωνι 2 θεῷ τελέοντες ἀγῶνα,
θήσουσιν νίκης σύμβολον Ἰσθμιάδος,
ζήλῳ τῶν Νεμέηθε: πίτυν δ᾽ ἀποτιμήσουσιν,
ἣ πρὶν ἀγωνιστὰς ἔστεφε τοὺς Ἐφύρῃ.