‘ , ἁλμυρὸν καὶ δριμὺ καλοῦσιν. οἶμαι δὲ καὶ τὴν Ἀφροδίτην ἁλιγενῆ τοὺς ποιητὰς προσαγορεύειν καὶ μῦθον ἐπ᾽ αὐτῇ πεπλασμένον ἐξενεγκεῖν, ὡς ἀπὸ θαλάττης ἐχούσης τὴν γένεσιν, εἰς τὸ τῶν ἁλῶν γόνιμον αἰνιττομένους. καὶ γὰρ αὐτὸν τὸν Ποσειδῶνα καὶ ὅλως 1 τοὺς πελαγικοὺς θεοὺς πολυτέκνους καὶ πολυγόνους ἀποφαίνουσιν. αὐτῶν δὲ τῶν ζῴων οὐδὲν ἂν χερσαῖον ἢ πτηνὸν εἰπεῖν ἔχοις οὕτω γόνιμον, ὡς πάντα τὰ 2 θαλάττια: πρὸς ὃ καὶ πεποίηκεν ὁ Ἐμπεδοκλῆς 3
φῦλον ἄμουσον ἄγουσα πολυσπερέων καμασήνων 4.’ [p. 215]